Ancient Greek · ~2 min
Chapter 15
Plutarch, Εὐμένης 15.3
Not analysed yet
οἱ δὲ μικρὸν ἀναπνεύσαντες αὖθις ἐδημαγωγοῦντο, καὶ τοῖς ἡγεμόσιν ἐντρυφῶντες σχεδὸν ὅλην εἰς τὰ χειμάδια κατενείμαντο τὴν Γαβηνῶν, ὥστε τοὺς ἐσχάτους τῶν πρώτων ἀποσκηνοῦν ὁμοῦ τι χιλίους σταδίους. ταῦτα γνοὺς ὁ Ἀντίγονος ὥρμησεν ἐξαίφνης ἐπʼ αὐτοὺς ὑποστρέψας χαλεπὴν ὁδὸν καὶ ἄνυδρον, σύντομον δὲ καὶ βραχεῖαν, ἐλπίζων, εἰ διεσπαρμένοις ἐπιπέσοι περὶ τὰ χειμάδια, μηδʼ ἂν συνελθεῖν ἔτι τὸ πλῆθος ῥᾳδίως εἰς τὸ αὐτὸ τοῖς στρατηγοῖς. ἐμβαλόντι δὲ εἰς γῆν ἀοίκητον αὐτῷ πνεύματά τε δεινὰ καὶ κρύη μεγάλα διελυμαίνετο τὴν πορείαν ἐνοχλουμένου τοῦ στρατεύματος.