Ancient Greek · ~2 min
Chapter 3
Plutarch, Εὐμένης 3.1
Not analysed yet
ἀποθανόντος δὲ Ἀλεξάνδρου καί τῆς φάλαγγος διεστώσης πρὸς τοὺς ἑταίρους, τῇ μὲν γνώμῃ τούτοις προσένειμεν ἑαυτὸν ὁ Εὐμενής, τῷ δὲ λόγῳ κοινός τις ἦν πρὸς ἀμφοτέρους καί ἰδιώτης, ὡς οὐδὲν αὐτῷ προσῆκον ξένῳ ὄντι πολυπραγμονεῖν ἐν ταῖς Μακεδόνων διαφοραῖς. καί τῶν ἄλλων ἑταίρων ἐκ Βαβυλῶνος ἀνασκευασαμένων αὐτὸς ὑπολειφθεὶς ἐν τῇ πόλει κατεπράϋνε πολλοὺς τῶν πεζῶν καί πρὸς τὰς διαλύσεις ἡδίους ἐποίησεν.