Ancient Greek · ~3 min
3.2 to 3.3
Plutarch, Εὐμένης 3.2-3
Not analysed yet
ἐπεὶ δὲ ἀναμιχθέντες ἀλλήλοις οἱ στρατηγοὶ καί καταστάντες ἐκ τῶν πρώτων ταραχῶν διενέμοντο σατραπείας καί στρατηγίας, Εὐμενὴς λαμβάνει Καππαδοκίαν καί Παφλαγονίαν καὶ τὴν ὑποκειμένην τῇ Ποντικῇ θαλάττῃ μέχρι Τραπεζοῦντος, οὔπω τότε Μακεδόνων οὖσαν, Ἀριαράθης γὰρ αὐτῆς ἐβασίλευεν, ἀλλʼ ἔδει Λεοννάτον καὶ Ἀντίγονον χειρὶ μεγάλῃ τὸν Εὐμενῆ κατάγοντας ἀποδεῖξαι τῆς χώρας σατράπην. Ἀντίγονος μὲν ὀὗν οὐ προσέσχε τοῖς γραφεῖσιν ὑπὸ Περδίκκου, μετέωρος ὢν ἤδη καί περιφρονῶν ἁπάντων, Λεοννάτος δὲ κατέβη μὲν ἄνωθεν εἰς Φρυγίαν ἀναδεξόμενος Εὐμενεῖ τὴν στρατείαν· Ἑκαταίου δὲ τοῦ Καρδιανῶν τυράννου τος αὐτῷ καί δεομένου βοηθεῖν μᾶλλον Ἀντιπάτρῳ καί Μακεδόνων τοῖς ἐν Λαμίᾳ πολιορκουμένοις, ὥρμητο διαβαίνειν καί τὸν Εὐμενῆ παρεκάλει καί διήλλαττε πρὸς τὸν Ἑκαταῖον.