Ancient Greek · ~4 min
8.1 to 8.3
Plutarch, Εὐμένης 8.1-3
Not analysed yet
ταύτην τὴν μάχην Εὐμενὴς ἡμέραις δέκα σχεδόν τι μετὰ τὴν προτέραν ἐνίκησε· καί δόξῃ μὲν ἤρθη μέγας ἀπʼ αὐτῆς, ὡς τὰ μὲν σοφίᾳ, τὰ δὲ ἀνδρείᾳ κατειργασμένος, φθόνον δὲ πολὺν ἔσχε καί μῖσος ὁμαλῶς παρά τε τοῖς συμμάχοις καί τοῖς πολεμίοις, ὡς ἔπηλυς ἀνὴρ καί ξένος ὅπλοις καί χερσὶ τῶν Μακεδόνων τὸν πρῶτον αὐτῶν καί δοκιμώτατον ἀνῃρηκώς. ἀλλʼ εἰ μὲν ἔφθη Περδίκκας πυθόμενος τὴν Κρατεροῦ τελευτήν, οὐκ ἂν ἄλλος ἐπρώτευσε Μακεδόνων νυνὶ δὲ ἀνῃρημένου Περδίκκου κατὰ στάσιν ἐν Αἰγύπτῳ δυσὶν ἡμέραις πρότερον ἧκεν οὗτος ὁ περὶ τῆς μάχης λόγος εἰς τὸ στρατόπεδον, καί πρὸς ὀργὴν εὐθὺς οἱ Μακεδόνες θάνατον τοῦ Εὐμενοῦς κατέγνωσαν. ἀπεδείχθη δὲ τοῦ πολέμου τοῦ πρὸς αὐτὸν Ἀντίγονος μετὰ Ἀντιπάτρου στρατηγός. ἐπεὶ δὲ Εὐμένης τοῖς βασιλικοῖς ἱπποφορβίοις περὶ τὴν Ἴδην νεμομένοις ἐπιτυχὼν καί λαβὼν ἵππους ὅσων ἔχρῃζε τοῖς ἐπιμεληταῖς τὴν γραφὴν ἔπεμψε, λέγεται γελάσαι τὸν Ἀντίπατρον καί εἰπεῖν ὅτι θαυμάζει τὸν Εὐμενῆ τῆς προνοίας, ἐλπίζοντα λόγον αὐτοῖς ἀποδώσειν τῶν βασιλικῶν ἢ λήψεσθαι παρʼ αὐτῶν.