Ancient Greek · ~2 min
Chapter 8
Plutarch, Εὐμένης 8.4
Not analysed yet
περὶ δὲ τὰς Σάρδεις ἐβούλετο μὲν ἱπποκρατῶν ὁ Εὐμένης τοῖς Λυδοῖς ἐναγωνίσασθαι πεδίοις, ἅμα καί τῇ Κλεοπάτρᾳ τὴν δύναμιν ἐπιδεῖξαι φιλοτιμούμενος· αὐτῆς δὲ ἐκείνης δεηθείσης ἐφοβεῖτο γὰρ αἰτίαν τινὰ λαβεῖν ὑπὸ τῶν Περὶ τὸν Ἀντίπατρον ἐξήλασεν εἰς τὴν ἄνω Φρυγίαν καί διεχείμαζεν ἐν Κελαιναῖς· ὅπου τῶν μὲν περὶ τὸν Ἀλκέταν καί Πολέμωνα καί Δόκιμον ὑπὲρ ἡγεμονίας διαφιλοτιμουμένων πρὸς αὐτόν, τοῦτο ἦν, ἔφη, τὸ λεγόμενον, ὀλέθρου δὲ οὐθεὶς λόγος.