Ancient Greek · ~2 min
Chapter 15
Plutarch, Φάβιος Μάξιμος 15.1
Not analysed yet
ἀλλʼ ὁ Τερέντιος ἐμβαλὼν αὑτὸν εἰς τὸ παρʼ ἡμέραν ἄρχειν, καὶ τῷ Ἀννίβᾳ, παραστρατοπεδεύσας περὶ τὸν Αὐφίδιον ποταμὸν καὶ τὰς λεγομένας Κάννας, ἅμʼ ἡμέρᾳ τὸ τῆς μάχης σημεῖον ἐξέθηκεν ἔστι δὲ χιτὼν κόκκινος ὑπὲρ τῆς στρατηγικῆς σκηνῆς διατεινόμενος, ὥστε καὶ τοὺς Καρχηδονίους ἐξ ἀρχῆς διαταραχθῆναι, τήν τε τόλμαν τοῦ στρατηγοῦ καὶ τὸ τοῦ στρατοπέδου πλῆθος ὁρῶντας, αὐτοὺς οὐδʼ ἥμισυ μέρος ὄντας.