Ancient Greek · ~2 min
Chapter 15
Plutarch, Φάβιος Μάξιμος 15.2
Not analysed yet
Ἀννίβας δὲ τήν δύναμιν ἐξοπλίζεσθαι κελεύσας, αὐτὸς ἱππότης μετʼ ὀλίγων ὑπὲρ λόφου τινὸς μαλακοῦ κατεσκόπει τοὺς πολεμίους ἤδη καθισταμένους εἰς τάξιν. εἰπόντος δέ τινος τῶν περὶ αὐτὸν ἀνδρὸς ἰσοτίμου, τοὔνομα Γίσκωνος, ὡς θαυμαστὸν αὐτῷ φαίνεται τὸ πλῆθος τῶν πολεμίων, συναγαγὼν τὸ πρόσωπον ὁ Ἀννίβας, ἕτερον, εἶπεν, ὦ Γίσκων, λέληθέ σε τούτου θαυμασιώτερον. ἐρομένου δὲ τοῦ Γίσκωνος, τὸ ποῖον; ὅτι, ἔφη ,τούτων ὄντων τοσούτων οὐδεὶς ἐν αὐτοῖς Γίσκων καλεῖται.