Ancient Greek · ~2 min
Chapter 15
Plutarch, Φάβιος Μάξιμος 15.3
Not analysed yet
γενομένου δὲ παρὰ δόξαν αὐτοῖς τοῦ σκώμματος ἐμπίπτει γέλως πᾶσι, καὶ κατέβαινον ἀπὸ τοῦ λόφου τοῖς ἀπαντῶσιν ἀεὶ τὸ πεπαιγμένον ἀπαγγέλλοντες, ὥστε διὰ πολλῶν πολὺν εἶναι τὸν γέλωτα καὶ μηδʼ ἀναλαβεῖν ἑαυτοὺς δύνασθαι τοὺς περὶ τὸν Ἀννίβαν. τοῦτο τοῖς Καρχηδονίοις ἰδοῦσι θάρσος παρίστη, λογιζομένοις ἀπὸ πολλοῦ καὶ ἰσχυροῦ τοῦ καταφρονοῦντος ἐπιέναι γελᾶν οὕτως καὶ παίζειν τῷ στρατηγῷ παρὰ τὸν κίνδυνον.