Ancient Greek · ~2 min
Chapter 19
Plutarch, Φάβιος Μάξιμος 19.6
Not analysed yet
συνθεὶς γὰρ ἐπιστολὰς παρὰ τῶν ἐν Μεταποντίῳ δυνατῶν καὶ πρώτων ἔπεμψε πρὸς τὸν Φάβιον, ὡς τῆς πόλεως ἐνδοθησομένης εἰ παραγένοιτο, καὶ τῶν τοῦτο πραττόντων ἐκεῖνον ἐλθεῖν καὶ φανῆναι πλησίον ἀναμενόντων. ταῦτʼ ἐκίνησε τὸν Φάβιον τὰ γράμματα, καὶ λαβὼν μέρος τι τῆς στρατιᾶς ἔμελλεν ὁρμήσειν διὰ νυκτός· εἶτα χρησάμενος ὄρνισιν οὐκ αἰσίοις ἀπετράπη, καὶ μετὰ μικρὸν ἐπεγνώσθη τὰ γράμματα πρὸς αὐτὸν ὑπʼ Ἀννίβου δόλῳ συντεθέντα κἀκεῖνος ἐνεδρεύων αὐτὸν ὑπὸ τὴν πόλιν. ἀλλὰ ταῦτα μὲν ἄν τις εὐνοίᾳ θεῶν ἀναθείη.