Ancient Greek · ~3 min
20.1 to 20.2
Plutarch, Φάβιος Μάξιμος 20.1-2
Not analysed yet
τὰς δʼ ἀποστάσεις τῶν πόλεων καὶ τὰ κινήματα τῶν συμμάχων ὁ Φάβιος μᾶλλον ᾤετο δεῖν ἠπίως ὁμιλοῦντα καὶ πρᾴως ἀνείργειν καὶ δυσωπεῖν, μὴ πᾶσαν ὑπόνοιαν ἐλέγχοντα καὶ χαλεπὸν ὄντα παντάπασι τοῖς ὑπόπτοις. λέγεται γὰρ ὅτι στρατιώτην ἄνδρα Μάρσον, ἀνδρείᾳ καὶ γένει τῶν συμμάχων πρῶτον, αἰσθόμενος διειλεγμένον τισὶ τῶν ἐν τῷ στρατοπέδῳ περὶ ἀποστάσεως οὐ διηρέθισεν, ἀλλʼ ὁμολογήσας ἠμελῆσθαι παρʼ ἀξίαν αὐτόν, νῦν μὲν ἔφη τοὺς ἡγεμόνας αἰτιᾶσθαι πρὸς χάριν μᾶλλον ἢ πρὸς ἀρετὴν τὰς τιμὰς νέμοντας, ὕστερον δʼ ἐκεῖνον αἰτιάσεσθαι μὴ φράζοντα μηδʼ ἐντυγχάνοντα πρὸς αὑτόν, εἴ του δέοιτο. καὶ ταῦτʼ εἰπὼν ἵππον τε πολεμιστὴν ἐδωρήσατο καὶ τοῖς ἄλλοις ἀριστείοις ἐκόσμησεν, ὥστε πιστότατον ἐξ ἐκείνου καὶ προθυμότατον εἶναι τὸν ἄνδρα,