Ancient Greek · ~2 min
Chapter 20
Plutarch, Φάβιος Μάξιμος 20.3
Not analysed yet
δεινὸν γὰρ ἡγεῖτο τοὺς μὲν ἱππικοὺς καὶ κυνηγετικοὺς ἐπιμελείᾳ καὶ σννηθείᾳ καὶ τροφῇ μᾶλλον ἢ μάστιξι καὶ κλοιοῖς τὴν χαλεπότητα τῶν ζῴων καὶ τὸ θυμούμενον καὶ τὸ δυσκολαῖνον ἐξαιρεῖν, τὸν δʼ ἀνθρώπων ἄρχοντα μὴ τὸ πλεῖστον ἐν χάριτι καὶ πρᾳότητι τῆς ἐπανορθώσεως τίθεσθαι, σκληρότερον δὲ προσφέρεσθαι καὶ βιαιότερον ἤπερ οἱ γεωργοῦντες ἐρινεοῖς καὶ ἀχράσι καὶ κοτίνοις προσφέρονται, τὰ μὲν εἰς ἐλαίας, τὰ δʼ εἰς ἀπίους, τὰ δʼ εἰς συκᾶς ἐξημεροῦντες καὶ τιθασεύοντες.