Ancient Greek · ~3 min
20.5 to 20.6
Plutarch, Φάβιος Μάξιμος 20.5-6
Not analysed yet
πέμψας οὖν τινας ἀγνοοῦντος αὐτοῦ καὶ συλλαβὼν τὸ γύναιον ἔκρυψεν ἐν τῇ σκηνῇ, καὶ καλέσας τὸν Λευκανὸν ἰδίᾳ πρὸς αὑτόν, οὐ λέληθας, ἔφη, παρὰ τὰ Ῥωμαίων πάτρια καὶ τοὺς νόμους ἀπονυκτερεύων τοῦ στρατοπέδου πολλάκις· ἀλλʼ οὐδὲ χρηστὸς ὢν πρότερον ἐλελήθεις. τὰ μὲν οὖν ἡμαρτημένα σοι λελύσθω τοῖς ἠνδραγαθημένοις, τὸ δὲ λοιπὸν ἐφʼ ἑτέρῳ ποιήσομαι τὴν φρουράν. θαυμάζοντος δὲ τοῦ στρατιώτου προαγαγὼν τὴν ἄνθρωπον ἐνεχείρισεν αὐτῷ καὶ εἶπεν αὕτη μὲν ἐγγυᾶταί σε μενεῖν ἐν τῷ στρατοπέδῳ μεθʼ ἡμῶν σὺ δʼ ἔργῳ δείξεις, εἰ μὴ διʼ ἄλλην τινὰ μοχθηρίαν ἀπέλειπες, ὁ δʼ ἔρως καὶ αὕτη πρόφασις ἦν λεγομένη ταῦτα μὲν περὶ τούτων ἱστοροῦσι.