Ancient Greek · ~2 min
Chapter 21
Plutarch, Φάβιος Μάξιμος 21.1
Not analysed yet
τὴν δὲ Ταραντίνων πόλιν ἔσχεν ἑαλωκυῖαν ἐκ προδοσίας τὸν τρόπον τοῦτον, ἐστρατεύετο παρʼ αὐτῷ νεανίας Ταραντῖνος ἔχων ἀδελφήν πιστῶς πάνυ καὶ φιλοστόργως διακειμένην πρὸς αὐτόν, ἤρα δὲ ταύτης ἀνὴρ Βρέττιος τῶν τεταγμένων ὑπʼ Ἀννίβου τὴν πόλιν φρουρεῖν ἐφʼ ἡγεμονίας, τοῦτο πράξεως ἐλπίδα τῷ Ταραντίνῳ παρέσχε, καὶ τοῦ Φαβίου συνειδότος εἰς τὴν πόλιν ἀφείθη, λόγῳ δʼ ἀποδεδράκει πρὸς τὴν ἀδελφήν εἰς Τάραντα.