Ancient Greek · ~5 min
6.3 to 6.6
Plutarch, Φάβιος Μάξιμος 6.3-6
Not analysed yet
ἐκ τούτου βουλόμενος Ἀννίβας ἀπαγαγεῖν τὸ στράτευμα, καὶ τὴν διαμαρτίαν τοῦ τόπου νοήσας καὶ τὸν κίνδυνον, ἀνεσταύρωσε μὲν τοὺς ὁδηγούς, ἐκβιάζεσθαι δὲ τοὺς πολεμίους καὶ προσμάχεσθαι τῶν ὑπερβολῶν ἐγκρατεῖς ὄντας ἀπεγίνωσκε. δυσθύμως δὲ καὶ περιφόβως διακειμένων ἁπάντων, καὶ περιεστάναι σφᾶς πανταχθεν ἀφύκτους ἡγουμένων ἀπορίας, ἔγνω δολοῦν ἀπάτῃ τοὺς πολεμίους, ἦν δὲ τοιόνδε. βοῦς ὅσον δισχιλίας ἐκ τῶν αἰχμαλώτων ἐκέλευσε συλλαβόντας ἀναδῆσαι δᾷδα πρὸς ἕκαστον κέρας ἢ λύγων ἢ φρυγάνων αὔων φάκελον· εἶτα νυκτὸς, ὅταν ἀρθῇ σημεῖον, ἀνάψαντας ἐλαύνειν ἐπὶ τὰς ὑπερβολὰς παρὰ τὰ στενὰ καὶ τὰς φυλακὰς τῶν πολεμίων, ἅμα δὲ ταῦτα παρεσκεύαζον οἷς προσετέτακτο, καὶ τὸν ἄλλον αὐτὸς ἀναστήσας στρατὸν ἤδη σκότους ὄντος ἦγε σχολαίως. αἱ δὲ βόες, ἄχρι μὲν τὸ πῦρ ὀλίγον ἦν καὶ περιέκαιε τὴν ὕλην, ἀτρέμα προσεχώρουν ἐλαυνόμεναι πρὸς τὴν ὑπώρειαν, καὶ θαῦμα τοῖς καθορῶσι νομεῦσιν ἀπὸ τῶν ἄκρων καὶ βουκόλοις ἦσαν αἱ φλόγες ἄκροις ἐπιλάμπουσαι τοῖς κέρασιν, ὡς στρατοπέδου καθʼ ἕνα κόσμον ὑπὸ λαμπάδων πολλῶν βαδίζοντος. ἐπεὶ δὲ πυρούμενον τὸ κέρας ἄχρι ῥίζης διέδωκε τῇ σαρκὶ τὴν αἴσθησιν, καὶ πρὸς τὸν πόνον διαφέρουσαι καὶ τινάσσουσαι τὰς κεφαλὰς ἀνεπίμπλαντο πολλῆς ἀπʼ ἀλλήλων φλογός, οὐκ ἐνέμειναν τῇ τάξει τῆς πορείας, ἀλλʼ ἔκφοβοι καὶ περιαλγεῖς οὖσαι δρόμῳ κατὰ τῶν ὀρῶν ἐφέροντο, λαμπόμεναι μὲν οὐρὰς ἄκρας καὶ μέτωπα, πολλὴν δὲ τῆς ὕλης, διʼ ἧς ἔφευγον, ἀνάπτουσαι.