Ancient Greek · ~2 min
Chapter 6
Plutarch, Φάβιος Μάξιμος 6.7
Not analysed yet
δεινὸν οὖν ἧς θέαμα τοῖς παραφυλάττουσι τὰς ὑπερβολὰς Ῥωμαίοις· καὶ γὰρ αἱ φλόγες ἐῴκεσαν ὑπʼ ἀνθρώπων θεόντων διαφερομέναις λαμπάσι, καὶ θόρυβος ἧς ἐν αὐτοῖς πολὺς καὶ φόβος, ἀλλαχόθεν ἄλλους ἐπιφέρεσθαι τῶν πολεμίων σφίσι καὶ κυκλοῦσθαι πανταχόθεν ἡγουμένων, διὸ μένειν οὐκ ἐτόλμων, ἀλλὰ πρὸς τὸ μεῖζον ἀνεχώρουν στρατόπεδον προέμενοι τὰ στενά. καὶ κατὰ τοῦτο δὲ καιροῦ προσμίξαντες οἱ ψιλοὶ τοῦ Ἀννίβου τὰς ὑπερβολὰς κατέσχον, ἡ δʼ ἄλλη δύναμις ἤδη προσέβαινεν ἀδεῶς πολλὴν καὶ βαρεῖαν ἐφελκομένη λείαν.