Ancient Greek · ~2 min
Chapter 7
Plutarch, Φάβιος Μάξιμος 7.1
Not analysed yet
τῷ δὲ Φαβίῳ συνέβη μὲν ἔτι νυκτὸς αἰσθέσθαι τὸν δόλον φεύγουσαι γὰρ ἔνιαι τῶν βοῶν σποράδες ἧκον αὐτῶν εἰς χεῖρας, ἐνέδρας δὲ δεδιὼς σκοταίους ἀτρέμα τὴν δύναμιν ἐν τοῖς ὅπλοις εἶχεν. ὡς δʼ ἦν ἡμέρα, διώκων ἐξήπτετο τῶν ἐσχάτων, καὶ συμπλοκαὶ περὶ τὰς δυσχωρίας ἐγίνοντο καὶ θόρυβος ἦν πολύς, ἕως παρʼ Ἀννίβου τῶν ὀρειβατεῖν δεινῶν Ἰβήρων ἄνδρες ἐλαφροὶ καὶ ποδώκεις πεμφθέντες ἀπὸ τοῦ στόματος εἰς βαρεῖς ὁπλίτας τοὺς Ῥωμαίους ἐνέβαλον, καὶ διαφθείραντες οὐκ ὀλίγους ἀπέστρεψαν τὸν Φάβιον.