Ancient Greek · ~5 min
Section 6
Plutarch, Πρὸς ἡγεμόνα ἀπαίδευτον 6
Not analysed yet
ἐν μὲν γὰρ τοῖς ἀσθενέσι καὶ ταπεινοῖς καὶ ἰδιώταις τῷ ἀδυνάτῳ μιγνύμενον τὸ ἀνόητον εἰς τὸ ἀναμάρτητον τελευτᾷ, ὥσπερ ἐν ὀνείρασι φαύλοις τις ἀνι τὴν ψυχὴν διαταράττει συνεξαναστῆναι ταῖς ἐπιθυμίαις μὴ δυναμένην ἡ δʼ ἐξουσία παραλαβοῦσα τὴν κακίαν νεῦρα τοῖς πάθεσι προστίθησι καὶ τὸ τοῦ Διονυσίου ἀληθές ἐστιν· ἔφη γὰρ ἀπολαύειν μάλιστα τῆς ἀρχῆς, ὅταν ταχέως ἃ βούλεται ποιῇ. μέγας οὖν ὁ κίνδυνος βούλεσθαι ἃ μὴ δεῖ τὸν ἃ βούλεται ποιεῖν δυνάμενον· αὐτίκʼ ἔπειτά γε μῦθος ἔην, τετέλεστο δὲ ἔργον. ὀξὺν ἡ κακία διὰ τῆς ἐξουσίας δρόμον ἔχουσα πᾶν πάθος ἐξωθεῖ, ποιοῦσα τὴν ὀργὴν φόνον τὸν ἔρωτα μοιχείαν τὴν πλεονεξίαν δήμευσιν. αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην,ʼ καὶ ἀπόλωλεν ὁ προσκρούσας· ὑπόνοια, καὶ τέθνηκεν ὁ διαβληθείς. ἀλλʼ ὥσπερ οἱ φυσικοὶ λέγουσι τὴν ἀστραπὴν τῆς βροντῆς ὑστέραν μὲν ἐκπίπτειν ὡς αἷμα τραύματος, προτέραν δὲ φαίνεσθαι, τὸν μὲν ψόφον ἐκδεχομένης τῆς ἀκοῆς τῷ δὲ φωτὶ τῆς ὄψεως ἀπαντώσης· οὕτως ἐν ταῖς ἀρχαῖς φθάνουσιν αἱ κολάσεις τὰς κατηγορίας καὶ προεκπίπτουσιν αἱ καταδίκαι τῶν ἀποδείξεων. εἴκει γὰρ ἤδη θυμὸς οὐδʼ ἔτʼ ἀντέχει, θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ, ἂν μὴ βάρος ἔχων 5 λογισμὸς ἐπιθλίβῃ καὶ πιέζῃ τὴν ἐξουσίαν, μιμουμένου τὸν ἥλιον τοῦ ἄρχοντος, ὃς ὅταν· ὕψωμα λάβῃ μέγιστον, ἐξαρθεὶς ἐν τοῖς βορείοις, ἐλάχιστα κινεῖται, τῷ σχολαιοτέρῳ τὸν δρόμον εἰς ἀσφαλὲς καθιστάμενος.