Ancient Greek
100 to 102
POLEMO ILIENSIS, Fragmenta 100-102
Not analysed yet
Ἠλιθιώτερος Πραξίλλης Ἀδώνιδος. Πράξιλλα Σικυωνία μελοποιὸς ἐγένετο, ὥς φησι Πολέμων. Αὕτη ἡ Πράξιλλα τὸν Ἄδωνιν ἐν τοῖς μέλεσιν εἰσάγει ἐρωτώμενον ὑπὸ τῶν κάτω, τίκάλλιστον καταλιπὼν ἥκει; ἀποκρίνασθαι· ἥλιον καὶ σελήνην καὶ σικύους καὶ μῆλα. Ὅθεν εἰς παροιμίαν παρήχθη ὁ λόγος· ἠλίθιον γὰρ τὸ τῷ ἡλίῳ παραβάλλειν τοὺς σικύους. Ὅτι παροιμίαν εἶναί φησι τὸν δεξιὸν ὑποδεῖσθαι πόδα, τὸν δ ̓ ἀριστερὸν νίζειν· φησὶ γὰρ ὁ Πολέμων, ὡς μαρτυρεῖ Δίδυμος· «δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα.» Καὶ βασιλεῦσι δὲ αὐτὸν (sc. τὸν Κρόνον) ἡ ἱστορία παραδίδωσι . . . κατά τε τὴν Λιβύην καὶ Σικελίαν, [οἰκίσαι τε τοὺς τό]πους καὶ [πόλ]ιν κτίσαι, ὡς ὁ Χάραξ φησὶ, τ[ὴν τότε μὲν λεγ]ομένην Κρονίαν, νῦν δὲ Ἱερὰν πόλιν, ὡ[ς Ἰ]σίγον[ος περὶ Ἑλλην]ικῶν θεῶν καὶ Πολέμων καὶ Αἰσχύλος ἐν τῇ Αἴτνῃ π[αραδιδόασιν].