Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 18
Not analysed yet
Ἐν δὲ Λακεδαίμονι, ὥς φησι Πολέμων ὁ περιηγητὴς ἐν τῷ Περὶ τῶν ἐν Λακεδαίμονι ἀναθημάτων, εἰκών ἐστι τῆς διαβοήτου ἑταίρας Κοττίνας, ἥν φησι καὶ βοῦν ἀναθεῖναι χαλκῆν, γράφων οὕτως· «Καὶ τὸ Κοττίνας δὲ τῆς ἑταίρας εἰκόνιον, ἦς διὰ τὴν ἐπιφάνειαν οἴκημά τι λέγεται καὶ νῦν, ἐγγυτάτω τῆς Κολώνης, ἵνα τὸ Διονύσιόν ἐστιν, ἐπιφανὲς καὶ πολλοῖς ἐγνωσμένον τῶν ἐν τῇ πόλει. Ἀνάθημα δ ̓ αὐτῆς ἐστιν ὑπὲρ τὸ τῆς Χαλκιοίκου, βοί. Διόν τι χαλκοῦν, καὶ τὸ προειρημένον εἰκόνιον.»