Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 20
Not analysed yet
Κρατάνιον. Μήποτε τὸ νῦν καλούμενον κράνειον ἔκπωμα οὕτως ὠνόμαζον οἱ ἀρχαῖοι. Πολέμων γοῦν, ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν, περὶ τοῦ ἐν Ὀλυμπίᾳ λέγων Μεταποντίνων ναοῦ, γράφει καὶ ταῦτα· «Ναὸς Μεταποντίνων, ἐν ᾧ φιάλαι ἀργυραῖ ἑκατὸν τριάκοντα δύο, οἰνοχόαι ἀργυραῖ δύο, ἀποθυστάνιον ἀργυροῦν, φιάλαι τρεῖς ἐπίχρυσοι. Ναὸς Βυζαντίων, ἐν ᾧ Τρίτων κυπαρίσσινος, ἔχων κρατάνιον ἀργυροῦν, Σειρὴν ἀργυρᾶ, καρχήσια δύο ἀργυρᾶ, κύλιξ ἀργυρᾶ, οἰνοχόη χρυσῆ, κέρατα δύο. Ἐν δὲ τῷ ναῷ τῆς Ἥρας τῷ παλαιῷ φιάλαι τριάκοντα, κρατάνια ἀργυρᾶ δύο, χύτρος ἀργυροῦς, ἀποθυστάνιον χρυσοῦν, κρατὴρ χρυσοῦς, Κυρηναίων ἀνάθημα, βατιάκιον ἀργυροῦν.»