Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 44
Not analysed yet
Τίμαιος (fr. 105) δ ̓ ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἱστοριῶν, ἐξ Ὑκκάρων (sc. εἶναί φησι τὴν Λαίδα), καθὰ καὶ Πολέμων εἴρηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίᾳ, ἐρασθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν ταῖς ξυλίναις χελώναις τυπτομένην ἐν Ἀφροδίτης ἱερῷ. Διὸ καὶ τὸ τέμενος κληθῆναι ἀνοσίας Ἀφροδίτης. Δείκνυσθαι δ' αὐτῆς τάφον παρὰ τῷ Πηνειῷ, σημεῖον ἔχοντα ὑδρίαν λιθίνην, καὶ ἐπίγραμμα τόδε· Τῆσδέ ποθ ̓ ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκήν Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου, Ααίδος· ἢν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος· κεῖται δ ̓ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις. Αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι πρὸς τῷ Κρανείῳ.