Ancient Greek
5 to 9
POLEMO ILIENSIS, Fragmenta 5-9
Not analysed yet
Ἐγένοντο Θουκυδίδαι πολλοί . . . τρίτος δὲ γένει Φαρσάλιος, οὗ μέμνηται Πολέμων ἐν τοῖς Περὶ ἀκροπόλεως, φάσκων αὐτὸν εἶναι πατρὸς Μένωνος. Τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμπάδας, Παναθηναίοις καὶ Ἡραιστείοις καὶ Προμηθείοις, ὡς πολέμων φησὶν ἐν τῷ Περὶ τῶν ἐν τοῖς Προπυλαίοις πινάκων. Κριὸς δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ἀπὸ Κριοῦ τινος ὠνομασμένος. Ἀναγράφει δὲ τοὺς ἐπωνύμους τῶν δήμων καὶ φυλῶν Πολέμων. Τὴν ὑφ ̓ ἡμῶν τριακάδα καλουμένην ἔνην καὶ νέαν καλοῦσιν Ἀθηναῖοι ἀπὸ τοῦ τὴν τελευτὴν ἔχειν τοῦ προτέρου μηνὸς καὶ τὴν ἀρχὴν τοῦ ὑστέρου. Πολέμων δέ φησιν ὅτι ἐκάλεσάν ποτε αὐτὴν Δημητριάδα ἐπὶ τιμῇ Δημητρίου τοῦ Μακεδόνος. Ἔνιοι δὲ καὶ Θεόφραστον ἀκοῦσαί φασιν αὐτοῦ (τοῦ Πλάτωνος). . . ὁμοίως Πολέμων ἱστορεῖ καὶ Δημοσθένην.