Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 56
Not analysed yet
Πολέμων δὲ ἐν τῷ πρώτῳ τῶν Πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησιν οὕτως· «Τῆς δ ̓ Ἡρακλείας τῆς ὑπὸ τὴν Οἴτην καὶ Τραχῖνα τῶν οἰκητόρων μεθ ̓ Ἡρακλέους τινὲς ἀφικόμενοι ἐκ Λυδίας Κυλικρᾶνες, οἱ δ ̓ Ἀθαμᾶνες, ἀφ ̓ ὧν οἱ τόποι διαμένουσιν· οἷς οὐδὲ τῆς πολιτείας μετέδοσαν οἱ Ἡρακλεῶται, συνοίκους ἀλλοφύλους ὑπολαβόντες. Κυλικρᾶνες δὲ λέγονται, ὅτι τοὺς ὤμους κεχαραγμένοι κύλικας ἦσαν.»