Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 61
Not analysed yet
Καὶ Πολέμων δ ̓ ἐν τῇ *τῶν Πρὸς Ἀδαῖον καὶ Ἀντίγονον, ὅτι κεραμέοις ἀγγείοις ἐχρῶντο οἱ Λακεδαιμόνιοι, γράφει οὕτως· «Ἀλλὰ μὴν ὅτι ἀρχαῖκὸν ἦν τὸ τοιοῦτον τῆς ἀγωγῆς, γένος* **ὃ καὶ νῦν δρᾶται παρά τισι τῶν Ἑλλήνων, ἐν Ἄργει μὲν ἐν ταῖς δημοσίαις θοίναις, ἐν Λακεδαίμονι δὲ κατὰ τὰς ἑορτάς· ἔν τε τοῖς ἐπινικίοις καὶ τοῖς γάμοις τῶν παρθένων, πίνουσιν ἐκ κεραμέων ποτηρίων· ἐν δὲ τοῖς ἄλλοις συμποσίοις καὶ φειδιτίοις ἐκ πιθακνῶν.»