Ancient Greek
76 to 77
POLEMO ILIENSIS, Fragmenta 76-77
Not analysed yet
Καὶ ὁ εἰς Ἀγήμονα δὲ τὸν Κορίνθιον, Ἀλκυόνης πατέρα, ὃν ᾄδουσι Κορίνθιοι, ἔχει τὸ παιανικὸν ἐπίφθεγμα. Παρέθετο δὲ αὐτὸν Πολέμων ὁ περιηγητὴς ἐν τῇ Πρὸς Ἀράνθιον ἐπιστολῇ. ὅτι ἡ Ἑλένη[τὸ τῆς Ἑλένης ἄστρον, ἣν ἰδιωτικῶς φασι Τραμουντάναν vs. 1626] τοῖς χειμαζομένοις κατὰ θάλατταν ἐπήκοός ἐστι, κατὰ Εὐριπίδην σεσημείωται· ὁ μέντοι Σωσίβιος ἔμπαλιν οἴεται οὐκ εὐμενῶς αὐτὴν ἐπιφαίνεσθαι. His addit cod. Flor. 33: Πολέμων δὲ καὶ ἐν [τῷδε] τῷ πρὸς Ἀλεξανδρίδην τὴν μὲν τοῖν δυοῖν ἀστέροιν ἐπιφάνειαν τῶν Διοσκούρων ἀνωμολογῆσθαι, τὴν δὲ τῶν λεγομένων Ζοβείρων (1. Καβείρων)* *Ἔτι δὲ καὶ εὐώδεσι τὰς χεῖρας κατεχρίοντο, τὰς ἀπομαγδαλιὰς ἀτιμάσαντες, ἃς Λακεδαιμόνιοι ἐκάλουν κυνάδας, ὥς φησι Πολέμων ἐν τῇ Περὶ ὀνομάτων ἀδόξων ἐπιστολῇ.