Ancient Greek
Dfhg-Source dfhg3_POLEMO_ILIENSIS
POLEMO ILIENSIS, Fragmenta 79
Not analysed yet
Ἔπινε δὲ πλεῖστον καὶ Ἀρκαδίων (ἄδηλον δ ̓ εἰ ὁ Φιλίππῳ διεχθρεύσας), ὡς τὸ ἐπίγραμμα δηλοῖ, ὅπερ ἀνέγραψε Πολέμων ἐν τῷ Περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων· Τοῦ πολυκώθωνος τοῦτ ̓ ἠρίον Ἀρκαδίωνος ἀστεος ὤρθωσαν τᾷδε παρ ̓ ἀτραπιτῷ υἱῆες Δόρκων καὶ χαρμύλος. Ἔφθιτο δ ̓ ὡνήρ, ἄνθρωπ ̓, ἐκ χανδῆς ζωροποτῶν κύλικος. Ἐρασίξενον δέ τινα πεπωκέναι πλεῖστόν φησι τὸ ἐπ ̓ αὐτῷ ἐπίγραμμα· Τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς ἀκρήτου προποθεῖο ̓ ᾤχετ ̓ ἔχουσα κύλιξ. Ἔπινε δὲ πλεῖστον καὶ Ἀλκέτας ὁ Μακεδὼν, ὥς φησιν Ἄριστος ὁ Σαλαμίνιος, καὶ Διότιμος ὁ Ἀθηναῖος. Οὗτος δὲ καὶ Χώνη ἐπεκαλεῖτο· ἐντιθέμενος γὰρ τῷ στόματι χώνην ἀπαύστως ἔπινεν ἐπιχεομένου οἴνου, ὅθεν καὶ Χώνη ἐπεκλήθη, ὥς φησι Πολέμων.