Ancient Greek · ~2 min
10. Περὶ χάρακος.
Polyaenus, Excerpta Polyaeni 10. Περὶ χάρακος.
Not analysed yet
Ὅτι Κλέαρχος Θρᾴκην λεηλατῶν καὶ τὴν τῶν Θρᾳκῶν δεδιὼς νυκτερινὴν ἐπίθεσιν προσέταξεν ἐν τοῖς ὅπλοις πάντας διάγειν καὶ τὰς ἐγέρσεις ποιῆσαι πυκνάς. αὐτὸς δὲ νυκτὸς οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾴκιον τρόπον. οἱ δὲ ὡς τῶν πολε- μίων ἐπιφερομένων ἦσαν ἕτοιμοι· ἐν τούτῳ τῶν Θρᾳκῶν ποιησάντων ἐπίθεσιν, ἐπειδὴ εὑρέθησαν ἐγρηγορότες, πλεί- στους αὐτῶν ἀπέκτειναν. Ὅτι Πομπίσκος στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτεν, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν, ὅπως οἱ κατάσκοποι νύκτωρ ἐπι- θέμενοι τὰς ἐξόδους ἀγνοοῦντες ἐμπίπτοιεν τοῖς ὀρύγμασιν.