Ancient Greek · ~3 min
22. Ἐκ πυρὸς βοήθεια.
Polyaenus, Excerpta Polyaeni 22. Ἐκ πυρὸς βοήθεια.
Not analysed yet
Ὅτι Νικίας μετʼ ὀλίγων στρατιωτῶν ἀπολειφθεὶς [ἐν τῷ] κύκλῳ τοῦ τείχους τῆς ἄλλης δυνάμεως ἐπὶ Θάψον οὔσης, ἐπειδὴ οἱ Συρακούσιοι τὰ προπύργια τοῦ τείχους ἔλαβον, ἐν πρόσοικα πολλὰ ἦν, οὐχ ἱκανὸς ὢν ἀμύνασθαι τὰ πρόσ- οικα ἐνέπρησεν. ἐξ οὗ συνέβη κωλυθῆναι τοὺς πολεμίους ἐν τῷ τέως, ἕως ἀπὸ Θάψου ἡ δύναμις ἐλθοῦσα προσ- εβοήθησεν. Ὅτι Ἀλκιβιάδης πολεμῶν Συρακουσίοις, ἐπειδὴ μεταξὺ τῶν στρατοπέδων ὕλη ἦν ξηρὰ, δαψιλὴς, ἀνέμου παμνμεγέ- θους προσπεσόντος κατὰ πρόσωπον τῶν πολεμίων αὐτὸς τὴν ὕλην ἐμπρήσας τοὺς πολειμίους ἐτροπώσατο. Ὅτι Δημήτριος τὸ αὐτὸ ἐργασαμένους Λακεδαιμονίους ἐνίκησεν. Ὅτι Σέλευκος Δημητρίου στρατοπεδευσαμένου ἐπὶ τὸν λόφον τοῦ Ταύρου δεδοικὼς, μὴ λαθὼν ἀναχeρήσῃ, ἔπεμψε Λυσίαν μετὰ πολλῶν Μακεδόνων πρὸς τὰ ὄρη τὰ ὑπὲρ- κείνμενα, ὅπου καὶ τὴν πορείαν ἔμελλε ποιεῖν, προστάξας πυρὰ καῦσαι. Δημήτριος δὲ προκατειλημμένους ὁρῶν τοὺς τόπους τῆς πορείας ταύτης ἀπετράπετο.