Ancient Greek · ~2 min
34. Ὅτι δεῖ κρύπτειν τὰ οἰκεῖα κακά.
Polyaenus, Excerpta Polyaeni 34. Ὅτι δεῖ κρύπτειν τὰ οἰκεῖα κακά.
Not analysed yet
Ὅτι χρὴ τοὺς ἀποθνήσκοντας ἰδίους λάθρα ἐκπέμποντα τὸν στρατηγὸν ἀποκρύπτειν. Ὅτι Ἀγησίλαος φωραθεὶς πολλῶν ἀποφευγόντων ἐκ τῆς στρατιᾶς ἐκ τοῦ ἔχειν περιδεῶς, ἴνα λανθάνοιεν τοὺς μένον- τας οἱ ἀποδιδράσκοντες, περιπέμπων ἐν ταῖς νυξὶν εἰς τὰ συσσίτια καὶ τὰς στιβάδας τὰς ἐρριμένας ἀσπίδας ἐκέλευσε συλλέγειν καὶ ὡς αὐτὸν κομίζειν, ἵνα μὴ κειμένης ἀσπίδος ὁ δεσπότης ζητῆται. Ὅτι ἡνίκα ῥιψασπίδας ἴδοι τις στρατιώτας, οὐ χρὴ τού- τους ἐλέγχειν, ἀλλὰ κηρύττειν, ὡς καὶ οἱ λοιποὶ ἀποβαλόντες τὰς ἀσπίδας οὕτως πρὸς αὐτὸν παραγίγνοιντο.