Ancient Greek · ~2 min
35. Προφυλακὴ ἐνέδρας.
Polyaenus, Excerpta Polyaeni 35. Προφυλακὴ ἐνέδρας.
Not analysed yet
Ὅτι Ἀρξιλαΐδας ὁ Λάκων διερχόμενος μετὰ τοῦ στρα- τεύματος εἴσοδον ὕποπτον δυναμένην κρύψαι ἐνέδραν πολε- μίων παρήγγειλε τῷ πλήθει, ὡς προεγνώκει προκαθημένην ἐνέδραν καὶ προσέταξε πάντας διεσκευασμένους πρὸς μάχην διαβαίνειν πολεμήσοντας τὸν προκείμενον λόχον. ἐξ οὗ συνέβη κατὰ τύχην εὑρεθῆναι λόχον μέγαν μὴ προορώμενον τὴν τῶν πολεμίων παρασκευήν. οὓς ὡς προπαρασκευασμένος ῥᾳδίως διέφθειρεν. Ὅτι ἐκ τοῦ ὁρᾶν ὄρνεις ὑπεριπταμένους καὶ μὴ ἐπὶ γῆς ἱζάνοντας χρὴ συνιέναι, ὡς λόχος ἐγκέκρυπται ἐκεῖσε. Ὅτι᾿ Ἰφικράτης πολιορκῶν πόλιν, ἐπειδὴ ἐπαπειλουμένους αὐτὸν τοὺς πολίτας ἤκουεν, φωράσας ἐνέδραν συντόνμως ἀνέ- ζευξεν καὶ ἐρευνησάμενος καὶ εὑρὼν πάντας διέφθειρεν.