Ancient Greek · ~4 min
37. Ὅσα κατὰ ἰππέων.
Polyaenus, Excerpta Polyaeni 37. Ὅσα κατὰ ἰππέων.
Not analysed yet
ὅτι πολλάκις ἐπαφιέμενον ὕδωρ ποτάμιον τοῖς πεδίοις ἄχρηστον ποιεῖ ἱππόταις τὴν μάχην. Ὅτι καὶ κατασπορὰ τριβόλων τροποῦται πλῆθος ἱππέων τῶν πελταστῶν στερρὰ ὑποδήματα ὀφειλόντων ἔχειν. Ὅτι Κλέαρχος ὁπλίτας ἔχων ἐν πεδίῳ προσκειμένων πολεμίων ἱππέων καὶ ἱπποκρατούντων συνέταξε τὸ στρατό- πεδον ὀκτὼ τὸ βάθος καὶ κατέστησεν ἀραιοτέρους ἢ κατὰ σχῆμα πλινθίου καὶ παρήγγειλεν τὸ ἐγχειρίδιον καθέντας ὑπὸ τὴν ἀσπίδα βαθύτατον ὀρύξαι βόθρον. οἱ μὲν ὤρυξαν, ὁ δὲ τοὺς ὁπλίτας ἀπήγαγεν ἀπὸ τῶν ὀρυγμάτων εἰς τὸ πρόσω τοῦ πεδίου. τῶν δὲ πολεμίων ἱππέων ἐμπεσόντων ἀναχωρεῖν ἐπὶ πόδα παρήγγειλεν ἕως τῶν ὀρυγμάτων. οἱ δὲ πολέμιοι μηδὲν προειδότες ἐπελαύνοντες τῇ ἵππῳ σφοδρῶς ἐμπεσόντες τοῖς ὀρύγμασιν ἔπιπτον ἐπʼ ἀλλήλων. οἱ τοῦ Κλεάρχου δὲ ἀνῄρουν τοὺς ἱππέας χαμαὶ κεινμένους. Ὅτι Ἰφικράτης διωκόμενος ὑπὸ πολεμίων ἱππεῖς ἐχόν- των πολλοὺς αὐτὸς ἔχων ὀλίγους ἔδωκεν αὐτοῖς καιομένας λαμπάδας καὶ ἐπελαύνειν ἐκέλευσεν τοῖς ἐναντίοις. οἱ δὲ ἵπποι τῶν πολεμίων τῆς φλογὸς τὴν ὄψιν ὡς ἀσυνήθη μὴ φέροντες ἀναστρέψαντες ἔφυγον. Ὅτι Φωκεῖς τὴν Θετταλικὴν ἵππον διέφθειραν. τάφρον ὀρύξαντες καὶ πληρώσαντες αὐτὴν κενῶν ἀμφορέων (καὶ) γῆν ὀλίγην ἐπέβαλλον. ἐς ταύτην τὴν τάφρον ἐμπεσόντες οἱ ἱππεῖς αὐτοῖς ἵπποις διεφθάρησαν.