Ancient Greek · ~1 min
38. Περὶ τοῦ τόπου.
Polyaenus, Excerpta Polyaeni 38. Περὶ τοῦ τόπου.
Not analysed yet
Ὅτι Ἐπαμινώνδας περὶ Τέγεαν διακινδυνεύων πρὸς Λακε- δαιμονίους βουλόμενος ὑπερδεξίους καταλαβέσθαι τόπους, ἵνα λάθοι τοὺς πολεμίους, προσέταξεν μετὰ ἱππέων χιλίων ἑξακοσίων προϊππεῦσαι τῆς φάλαγγος καὶ πυκνὰς ποιεῖσθαι τὰς ἀναστροφὰς τῇδε κακεῖσε, ὡς ἂν ἐκ τούτου κονιορτὸς ἐγερθεὶς ἀποσκοτώσας τῶν πολεμίων τὴν ὄψιν μὴ συγχω- ρήσοι αὐτοῖς ἰδεῖν αὐτὸν τοὺς ὑπερδεξίους καταλαμβάνοντα τόπους.