Ancient Greek · ~3 min
53. Τιμαὶ καὶ κολάσεις στρατιωτῶν.
Polyaenus, Excerpta Polyaeni 53. Τιμαὶ καὶ κολάσεις στρατιωτῶν.
Not analysed yet
Ὅτι Καῖσαρ τὰ ἁμαρτήματα τῶν στρατιωτῶν οὐ πάντα παρεφύλασσεν οὐδὲ τοὺς ἁμαρτάνοντας ἀξίως ἐτιμωρεῖτο τὴν συγγνώμην ἀνδρείας ποιητικὴν ἡγούμενος. εἰ μέντοι τις ἐστασίασεν ἢ τὴν τάξιν ἔλιπεν, τούτους ἐτιμώρει. Ὅτι Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ ἀνῄρει πάντας, ἀλλʼ ἐδεκάτευεν. Ὅτι ὁ αὐτὸς τοὺς ἐπὶ στρατοπέδου διαμαρτάνοντας ἐκέ- λευσεν πρὸ τοῦ στρατοῦ λυσιζώνους ἑστάναι καὶ θρηνεῖν διʼ ὅλης ἡμέρας, ἐνίοτε δὲ καὶ γυναικῶν στολὴν ἐδίδου φορεῖν, τοῖς ἀνδραγαθήσασι δὲ μεγάλας ἐδίδου δωρεάς. Ὅτι Ἀρτεμισία Λυγδάμιδος κατεσκεύασε ναῦν συμμα- χίδα καὶ μετʼ αὐτῆς ἠνδραγάθησεν. διὰ τοῦτο ἔπεμψεν αὐτῇ βασιλεὺς ἀριστεῖον πανοπλίαν Ἑλληνικὴν, τῷ δὲ ναυάρχῳ τοῦ στόλου ἄτρακτον καὶ ἠλακάτην.