Ancient Greek · ~5 min
52. Φυγὴ ἑνὸς καὶ μιᾶς.
Polyaenus, Excerpta Polyaeni 52. Φυγὴ ἑνὸς καὶ μιᾶς.
Not analysed yet
Ὅτι Ἀριστομένης δεδεμένος καὶ φυλαττόμενος ὑπὸ τῶν ἐχθρῶν προσκυλισθεὶς τῇ πυρρᾷ τούτων κοιμωμένων τὰ δεσμὰ κατακαύσας ἀπελύθη καὶ τούτους ἀποκτείνας ἀν- εχώρησεν. Ὅτι δύναταί τις ἀποφυγεῖν τῶν ἐμφανῶν, ἡνίκα οἰκε- τικὴν ἢ ἀγροικικὴν ἐσθῆτα βαλὼν καὶ ἀχρειώσας ἑαυτὸν κό- φινον ἤτοι τοιοῦτον λάβοι. Ὅτι Λαχάρης γυναικός τινος ἐκφορὰν ἐχούσης νεκροῦ μέλανον χιτῶνα ἀμφιασάμενος γυναικεῖον καὶ ταῖς θρηνού- σαις συναναμίξας ἑαυτὸν ἐξέφυγεν. Ὅτι καὶ Δημήτριος εἰς ἅμαξαν χορτοφόρον κρύψας ἑαυτὸν ἀπεκομίσθη εἰς τὴν ἰδίαν χώραν. Ὅτι μίλτον ὕδατι μίσγων τις δύναται πλάνην ποιῆσαι, ὡς ἤδη ἀπεγνώσθη τῆς ζωῆς, καὶ ἐκ τούτου ἀπολυθεὶς ἐκφεύγει. Ὅτι καὶ εἴδωλόν τις ποιήσας ἀνθʼ αὑτοῦ δύναται λαθεῖν τῶν φυλάκων τὸ εἴδωλον φυλασσόντων. Ὅτι Χίλωνις ἀποκλεισθεὶς εἰς φυλακὴν ἐλθούσης τῆς γυναικὸς αὐτοῦ πρὸς τὴν φυλακὴν ἐπισκέψεως χάριν, ἐπειδὴ ἐθαυμάσθη διὰ τὸ φίλανδρον παρὰ τῶν φυλασσόντων, ἐάθη εἰσελθεῖν εἰς τὸν ἄνδρα· ἥτις τὰ τοῦ ἀνδρὸς ἀμφιασαμένη καὶ τὰ ἴδια δοῦσα τῷ ἀνδρὶ αὐτοῦ φυγόντος ἔμεινεν ἐκείνη. ὁ δὲ Χίλωνις ἐκφυγὼν τὴν ἱέρειαν κατασχὼν ἀντίλυτρον τῆς ἰδίας ἀπέδωκε γυναικός. Ὅτι Ἀρσινόη ἐπιβουλευομένη παρὰ τῶν οἰκείων εἰς τὸ ἑαυτῆς φορεῖον θεραπαινίδα κατέκλινεν, αὐτὴ δὲ οἰκετικὰ ἀμφιασαμένη ῥάκια ἔλαθεν ἐκφυγοῦσα. Ὅτι καὶ Μύστα βασίλισσα αἰχμαλωτισθεῖσα ῥάκια ἀμφια- σαμένη ἐν τοῖς αἰχμαλώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον καὶ ἐξαγορεύσασα, ἥτις ἦν, ἠγοράσθη ὑπʼ αὐτῶν καὶ ἀπελύθη.