Ancient Greek · ~2 min
Book 1
Polyaenus, Strategemata 1.24. IΣTIAΙΟΣ.
Not analysed yet
Ἱστιαῖος Μιλήσιος ἐν Πέρσαις διάγων παρὰ Δα- ρείῳ βασιλεῖ βουλόμενος ὠνίαν ἀποστῆσαι γράμματα πέμπειν οὐ θαρρῶν διὰ τοὺς φύλακας τῶν ὁδῶν οἰκέ- την πιστὸν ἀποξύρας τὰς τρίχας στίγματα ἐνέγραψατο τῇ κεφαλῇ Ἱστιαῖος Ἀρισταγόρᾳ· Ἱωνίαν ἀπόστησονʼ καὶ τοῖς στίγμασιν ἐπέθρεψε τὰς τρίχας. τοῦτον τὸν τρόπον λαθῶν τοὺς φύλακας ὁ στιγματοφόρος καταβὰς ἐπὶ θάλατταν ἀποξυράμενος ἔδειξεν Ἀρισταγόρᾳ τὰ στίγματα· ὁ δὲ ἀναγνοὺς ἀπέστησεν τὴν Ιὠνίαν.