Ancient Greek · ~6 min
Book 1
Polyaenus, Strategemata 1.39. NIKIAΣ.
Not analysed yet
Νικίας, ἐπιπλεύσας τῇ Κορινθίᾳ νύκτωρ, ἔνθα ὁ Σολύγης λόφος, ἀποβιβάσας Ἀθηναίων ὁπλίτας χιλίους καὶ ἄλλους ἀλλαχῆ λοχῆσαι τάξας ἀπέπλευσεν· ἐπεὶ δὲ ὑπηύγαζεν ἕως, πάλιν οὖ φανερῶς ἐπέπλευσεν. οἱ μὲν Κορίνθιοι σπουδῇ ἐκβοηθοῦντες ἔθεον, κωλύσοντες ἐκβαίνειν· οἴ δὲ ἐν ταῖς ἐνέδραις ἐξανιστάμενοι τοὺς πλείστους αὐτῶν διέφθειραν. Νικίας στρατοπεδευόντων Ἀθηναίων περὶ τὸ Ὀλυμπιεῖον ἐς τὸ πρὸ τοῦ στρατοπέδου χωρίον ὁμαλὲς ὄν ἐκέλευσε νύκτωρ τριβόλους κατασπεῖραι. ἐπεὶ δὲ τῆς ὑστεραίας Ἔκφαντος ὁ Συρακουσίων ἵππαρχος προήγαγε τοὺς ἱππεῖς, ἦν αὐτῶν αἰσχρὰ φυγὴ τῶν τριβόλων ἐμπηγνυμένων ἐν τοῖς ποσὶ τῶν ἵππων· πολλοὶ δʼ αὐτῶν οὐδὲ προβαίνειν οἷοί τε ἦσαν, ἀλλʼ ὑπὸ τῶν πελταστῶν στερεὰ ὑποδήματα ἐχόντων διε- φθείροντο. Νικίας ἐν τῷ κύκλῳ τοῦ τείχους ἀπελείφθη μετʼ ὀλίγων στρατιωτῶν τῆς ἄλλης δυνάμεως περὶ Θάψον οὔσης. τῶν δὲ Συρακουσίων τὸ προπύργιον τοῦ κύ- κλου λαβόντων, ἐν ᾧ ξύλα πολλὰ ἦν, οὐχ ἱκανὸς ὤν ἀμύνασθαι τὰ ξύλα ἐνέπρησεν· ἡ δὲ φλὸξ ἐπὶ μέγα αἰρομένη τοὺς πολεμίους ἀπεκρούετο. ἐν τῷ τέως ἡ ἀπὸ Θάψου δύναμις ἐπελθοῦσα προσεβοήθησεν. Νικίας ὑπὸ Γυλίππου διωκόμενος ἤδη καταλαμ- βανόμενος ἔπεμψε κήρυκα πρὸς αὐτὸν, φάσκων πάντα ποιήσειν τὰ προσταττόμενα, καὶ ὡς ἤδη τινὰ χρὴ πέμπειν τὸν δώσοντα ὅρκους καὶ ληψόμενον. Γύλιπ- πος τῷ κήρυκι πιστεύσας κατεστρατοπέδευσε καὶ τοῦ διώκειν ἀποσχόμενος τῷ κήρυκι τῷ ἀπὸ Νικίου συν- έπεμψε τὸν συνθησόμενον. ἐν δὲ τῷ τέως Νικίας τῶν ὀχυρωτέρων λαβόμενος πάλιν ἐπολέμει τὴν ἀπο U+00AF χώρησιν τῇ διὰ τοῦ κήρυκος ἀπάτῃ στρατηγήσας.