Ancient Greek · ~8 min
Book 1
Polyaenus, Strategemata 1.48. ΚΟΝΩΝ.
Not analysed yet
Κόνων καταλειπόμενος ὑπὸ τῶν συμμάχων αὐτό- μολον ἔπεμψε φράσοντα τοῖς πολεμίοις, ὡς μέλλοιεν ἀποδιδράσκειν καὶ ὅθεν καὶ πηνίκα. οἱ μὲν δὴ ἐνε- δρεύοντες παρεφύλαττον. Κόνων δὲ προεῖπε τοῖς συμμάχοις ἀσφαλέστερον ἀναχωρεῖν ὡς ἐνέδραν προ- πεπυσμένος· οἱ δὲ ἀναχωροῦντες προαισθόμενοι τῆς ἐνέδρας ἀνέστρεψαν καὶ παραμείναντες μέχρι νίκης αὐτῷ διεπολέμησαν. Κόνων Καλλικρατίδαν διπλασίας ἔχοντα τριήρεις ὑπέφευγεν ἐν τῇ θαλάττῃ καὶ ἤδη πλησίον Μιτυλήνης ἦν. τῶν δὲ Λακωνικῶν νεῶν ἐν τῇ διώξει διεσπα- σμένων ἐπῆρε τὴν φοινικίδα· ἦν δὲ ἄρα μάχης σύν- θημα τοῖς κυβερνήταις. οἱ δὲ ἐπιστρέψαντες ἀντι- πρώρους τὰς ναῦς ἐμβάλλουσι ταῖς Λακωνικαῖς. αἱ δὲ ἀσύντακτοι καὶ τεταραγμέναι, τὸ παράλογον τῆς ἐπιστροφῆς ἐκπλαγεῖσαι πολλαὶ μὲν ἀνερράγησαν, πολλαὶ δὲ κατέδυσαν. Κόνων δὲ τοῦ παντὸς ἔργου τὴν νίκην ἀπηνέγκατο. Κόνων Φαρναβάζῳ συμμαχῶν Ἀγησιλάου τὴν Ἀσίαν πορθοῦντος ἔπεισε τὸν Πέρσην χρυσίον πέμ- ψαι τοῖς δημαγωγοῖς τῶν πόλεων τῆς Ἑλλάδος, οἳ λαβόντες πείσουσι τὰς πατρίδας ἐκφέρειν τὸν πρὸς Λακεδαιμονίους πόλεμον. οἱ μὲν δεκασθέντες ἔπεισαν, καὶ συνέστη πόλεμος Κορινθιακός· οἱ δὲ Σπαρτιᾶται τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας ἀνεκαλέσαντο. Κόνων ἐν Μιτυλήνῃ κατακεκλεισμένος ὑπὸ Λα- κεδαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορ- κίαν, λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν κατα- σπάσας δύο τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους ἀπὸ τῶν πληρωμάτων ἐρέτας ἐμβιβάσας, ὅσα χρὴ ἐξερ- γασαμένους κελεύσας ἐν τοῖς σκάφεσιν ἡσυχάζειν, ἑσπέρας προιούσης θεασάμενος τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους —οἱ μὲν σώματα ἐτημέ- λουν, οἱ δὲ πῦρ ἀνέκαιον, οἱ δὲ δεῖπνον παρεσκεύαζον —καὶ δὴ τότε ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἴνʼ, εἰ καὶ θάτερον ἁλί- σκοιτο, θάτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δʼ ἐσώθη τῶν πολεμίων διὰ τὴν ἀσχολίαν διῶξαι βρα- δυνάντων. Κόνων ναυμαχεῖν μέλλων, ἀγγείλαντος αὐτομόλου, ὡς αἱ τῶν πολεμίων ἄρισται τριήρεις πεποίηνταισκοπὸν ἑλεῖν τὴν Κόνωνος ναῦν, κατασκευάσας ὁμοίαν τριήρη τῇ ἑαυτοῦ καὶ τὸν στρατηγικὸν κόσμον περιθεὶς ἔταξεν ἐπὶ τὸ δεξιὸν κέρας καὶ προσέταξεν ἀπὸ ταύτης ἆραι τὸ σημεῖον τῷ παντὶ στόλῳ. οἱ μὲν πολέμιοι ταῦτα ἰδόντες, ὅσοι τὰς ἀρίστας ναῦς εἶχον, εὐθέως ἐπὶ τὴν στρατηγίδα ὥρμησαν· Κόνων δὲ τῷ λοιπῷ στόλῳ προσπεσὼν τὰς μὲν κατέδυσε, τὰς δὲ καὶ κατεδίωξεν.