Ancient Greek · ~2 min
Book 1
Polyaenus, Strategemata 1.5. ΔHMΟΦΣN.
Not analysed yet
Δημοφῶν παρὰ Διομήδους τὸ Παλλάδιον παρα- καταθήκην λαβὼν ἐφύλαττεν. Ἀγαμέμνονος ἀπαιτοῦν- τος τὸ μὲν ἀληθινὸν ἔδωκεν ἀνδρὶ Ἀθηναίῳ, καλου- μένῳ Βουζύγῃ, κομίζειν Ἀθήναζε· ἴσον δὲ καὶ ὅμοιον ἄλλο κατασκευάσας εἶχεν ἐπὶ τῆς σκηνῆς. Ἀγαμέμνο- νος δὲ σῦν πολλῇ χειρὶ ἐπελθόντος ἀπεμάχετο ἐπὶ μακρὸν δόξαν ἐμποιῶν ὡς ὑπὲρ τοῦ ἀληθινοῦ προκιν- δυνεύοι. πολλῶν δὲ τραυματιῶν γενομένων οἱ μὲν ἀμφὶ Δημοφῶντα ὑπεῖξαν, Ἀγαμέμνων δὲ τὸ παρα- πεποιημένον Παλλάδιον λαβὼν ἐξαπατηθεὶς ᾤχετο.