Ancient Greek
Book 1
Polyaenus, Strategemata 1.7. ΚΥΨΕΛΟΣ.
Not analysed yet
Κύψελος Ἀρκαδίας ἦρχεν. Ἡρακλεῖδαι στρατεύ- ουσιν ἐπʼ Ἀρκάδας. χρησμὸς ἦν, ξένια παρʼ Ἀρκά- δων εἰ λάβοιεν, σπένδεσθαι. Κύψελος ὥρᾳ θέρους προσέταξε τοῖς γεωργοῖς τὴν ὀπώραν ἀφελόντας θέντας παρὰ τὴν ὁδὸν ἀναχωρεῖν· οἱ στρατιῶται τῶν Ἡρα- κλειδῶν ἄσμενοι ταῖς ὀπώραις ἐχρήσαντο. Κύψελος ἀπαντήσας ἐπὶ ξένια τοὺς Ἡρακλείδας ἐκάλει· τῶν δὲ μνήμῃ τοῦ μαντείου τὴν τιμὴν ἀπωθουμένων, ῾καὶ μὴν’, ἔφη, φθάνουσα ὑμῶν ἡ στρατιὰ ξένια παρʼ ἡμῶν τὴν ὀπώραν ἔχειʼ. οὕτως ἄρα Ἡρακλεῖδαι τῇ σοφίᾳ τοῦ Κυψέλου πρὸς Ἀρκάδας ἐσπείσαντο.