Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 10. ΟΙΒΑΡΗΣ.
Not analysed yet
Οἱ περὶ Δαρεῖον ἑπτὰ σατράπαι τοὺς μάγους ἄρχοντας Περσῶν καταλύσαντες ἐβουλεύοντο τῆς ἀρχῆς πέρι. ἔδοξεν ἵπποις ἐποχουμένους ἄστεος ἔξω προελθεῖν· ‘ὅτου δʼ ἂν πρῶτος ἵππος χρεμετίσῃ, καὶ δὴ βασιλεὺς ἔστω οὗτος.’ Οἰβάρης, ἱπποκόμος Δαρείου, μαθὼν τὰ βεβουλευμένα ἤγαγεν αὐτοῦ τὸν ἵππον πρὸ μιᾶς ἡμέρας εἰς τὸ προσυγκείμενον χωρίον καὶ παραστησάμενος θήλειαν ἵππον ἐπαφῆκε τὸν ἄρρενα. τοῦτο πράξας ἐπανήγαγε τὸν ἵππον. τῆς ὑστεραίας ὁ Δαρεῖος ἐπ- οχούμενος ἧκε μετὰ τῶν ἄλλων σατραπῶν· ὁ δὲ ἵππος αὐτοῦ γνωρίσας τὸν τόπον τῆς συνουσίας ἐρωτικόν τι παθὼν πρῶτος ἐχρεμέτισεν. οἱ σατράπαι καταπη- δήσαντες Δαρεῖον προσεκύνησαν καὶ βασιλέα Περσῶν ἐστήσαντο.