Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.
Polyaenus, Strategemata 11. ΑΡΙΣΤΕΙΔΗΣ ΕΛΕΑΤΗΣ.
Not analysed yet
Ἀριστείδης Ἐλεάτης Διονυσίῳ πολιορκοῦντι Καυ- λωνίαν ἐπέπλει μετὰ δώδεκα τριήρων. ὁ δὲ συνιδὼν ἐπανήχθη πέντε καὶ δέκα ναῦς πληρώσας. Ἀριστείδης ὑποστρέψας ὑποχωρεῖ καὶ νυκτός γενομένης ἐκέλευσεν ἆραι τοὺς λαμπτῆρας, οἷς αἱ τοῦ Διονυσίου νῆες εἴποντο. μετὰ μικρὸν δὲ τούτους καθελόντες ἑτέρους καθῆκαν ἐς τὴν θάλατταν φελλοῖς μεγάλοις ἐφηρμο- σμένους κάκ τοῦ φωτὸς ἐς τὸ πλάγιον ἐπιστρέψαντες ἔφθασαν ἐς τὴν Καυλωνίαν καταπλεύσαντες τῶν περὶ Διονύσιον πρὸς τὴν ἀπὸ τῶν φελλῶν αὐγὴν πλανω- μένων.