Ancient Greek · ~5 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
Polyaenus, Strategemata 11. ΓΕΣΚΩΝ.
Not analysed yet
Ἀμίλκας Καρχηδόνιος, ἄριστος (στρατηγὸς) τῶν ἐν Λιβύῃ στρατηγῶν, πολλοὺς πολέμους κατορθώσας, φθονηθεὶς ὑπὸ τῶν διαπολιτευομένων, διαβληθεὶς ὡς ἐπιθέμενος τυραννίδι αὐτός τε ἀνῃρέθη, καὶ ὁ ἀδελ- φὸς αὐτοῦ Γέσκων φυγαδευθεὶς ἐξέπεσε· τὰ δὲ χρή- ατα αὐτῶν δημευθέντα ἐνείμαντο οἱ πολῖται. τού- τῶν πραχθέντων οἱ Καρχηδόνιοι στρατηγοῖς ἄλλοις χρησάμενοι καὶ πολλάκις ἡττώμενοι καὶ ἁλῶναι κιν- δυνεύοντες μετέγνωσαν ἐπὶ τῇ τοῦ Γέσκωνος φυγῇ καὶ τῇ ἀναιρέσει τοῦ Ἀμίλκου. ἀλλὰ τὸν μὲν Ἀμίλκαν τεθνηκότα οὐχ οἷόν τε ἦν ἀνακαλέσασθαι, τὸν Γέ- σκωνα δὲ ἀπὸ τῆς φυγῆς ἀνεκαλέσαντο καὶ αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν καὶ τοὺς ἐχθροὺς αὐτῷ παρέδω- καν εἰς τιμωρίαν καθʼ ὅν ἂν βούληται τρόπον. Γέσκων δὲ παραλβὼν αὐτοὺς δεδεμένους προσέταξε τοῦ πλή- θους ἐναντίον κατὰ γαστέρα κατακλῖναι χαμαί· τρὶς δὲ ἑκάστου ἐλαφρῶς τῷ ποδὶ ἐπὶ τὸν τράχηλον ἐπιβὰς, ἱκανὴν ἔφη τιμωρίαν ἔχειν τῆς τοῦ ἀδελφοῦ προαναι- ρέσεως. τοῦτο πράξας ἀφῆκε τοὺς ἐχθροὺς προσειπὼν ῾οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλʼ ἀγαθῷ κακόν᾿. τοι- γαροῦν αὐτοί τε οἱ ἐχθροὶ καὶ οἱ τούτων οἰκεῖοι καὶ οἱ Καρχηδόνιοι πάντες πειθαρχοῦντες τῷ Γέσκωνι διετέλεσαν ὡς ἀγαθῷ στρατηγῷ· καὶ αὐτίκα μεταβολὴ τῆς τοῦ πολέμου τύχης ἐγένετο νικῶντος τοῦ Γέσκωνος ἐν ταῖς μάχαις διὰ τὴν παρὰ τῶν ἀρχομένων εὔνοιαν καὶ προθυμίαν.