Ancient Greek · ~3 min
ΒΙΒΔΙΟΝ ΟΓΔΟΟΝ.
Polyaenus, Strategemata 12. ΑΤΙΛΟΣ.
Not analysed yet
Ἀτίλιος ἁλοὺς ὑπὸ Καρχηδονίων ὤμοσεν αὐτοῖς, ἢν ἀφεθῇ, πεῖσαι ἂν τὴν σύγκλητον διαλύσασθαι τὸν πόλεμον, μὴ πείσας δὲ ὡς αὐτοὺς ἀναστρέψαι. ἀφι- κόμενος ἐς Ῥώμην τοὐναντίον ἔπεισε τὴν σύγκλητον τότε δὴ καὶ μᾶλλον πολεμεῖν Καρχηδονίοις ὡς ἀπα- γορεύουσι καὶ τὰ τῆς ἀσθενείας αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἀλώσιμοι προηγόρευσε. τῆς δὲ συγκλή- του παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγ- καις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων, γυναικὸς, φίλων, συγγενῶν, οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγ- γειλεν αὐτοῖς τό τε αὐτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ καθείρξαντες αὐτὸν εἰς γαλεάγραν, αἰκίσαντες χρόνῳ μακρῷ, βασανίσαντες ἔκτειναν.