Ancient Greek · ~3 min
13. ΑΜΦΙΚΤΥΟΝΕΣ. to 15. ΚΑΜΠΑΝΟΙ.
Polyaenus, Strategemata 13. ΑΜΦΙΚΤΥΟΝΕΣ.-15. ΚΑΜΠΑΝΟΙ.
Not analysed yet
Ἀμφικτύονες Κίρραν ἐπολιόρκουν καὶ δὴ κρυπτὸν ὑπόνομον εὗρον ἄγοντα ναματιαῖον ὕδωρ πολύ· καὶ τῇ Εὐρυλόχου γνώμῃ συλλέξαντες Ἀντικύραθεν πολὺ πλῆθος ἑλλεβόρου κατέμιξαν τῷ ὕδατι. Κιρραῖοι πιόν- τες διαφθείρονται τὰς γαστέρας καὶ πάντες ἐκλυθέντες ἔκειντο· Ἀμφικτύονες ἀπονητὶ τὴν πόλιν ἔλαβον κει- μένων τῶν πολεμίων. Σαυνῖται πρὸς τοὺς πολεμίους ὅρκους ἐποιήσαντο καὶ συνθήκας εἰρήνης πέρι. οἱ δὲ συνέθεντο μηδὲν ἄλλο ποιήσειν ἢ λίθον ἕνα ἐν κύκλῳ τοῦ τείχους ἐξ- ελεῖν· τῶν δὲ οὐδὲν μέγα ἡγησαμένων οἱ πολέμιοι τοὺς κάτω λίθους τῶν τειχῶν ἐξεῖλον, ὅπως εἰς γῆν εὐκό- λως καταφέροιτο. Καμπανοὶ σπονδὰς ἐποιήσαντο πρὸς τοὺς πολε- μίους ἐπὶ τῷ δοῦναι τὰ ἡμίση τῶν ὅπλων αὐτοῖς· καὶ διατεμόντες τὰ ὅπλα ἐκέλευον τούτους τὰ ἡμίση λαμ- βάνειν.