Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 16. ΓΑΣΤΡΩN.
Not analysed yet
Γάστρων Λακεδαιμόνιος μέλλων ἐν Ἀἰγύπτῳ συμ- βαλεῖν τοῖς Πέρσαις μετενέδυσε τὰς πανοπλίας καὶ τὰς μὲν τῶν Ελλήνων τοῖς Αἰγυπτίοις, τὰς δὲ τῶν Αἰγυπτίων τοῖς Ἕλλησι περιέθηκε. κρύψας δὲ τοὺς Αἰγυπτίους (ἐν τοῖς Σλλησι) παρατάξας προῆγε τοὺς λληνας. τῶν δὲ οὐδὲν ἐνδιδόντων, ἀλλʼ εἰς τοὔμ- προσθεν βιαζομένων καὶ προθύμως κινδυνευόντων ἐξανέστησε τοὺς Αἰγυπτίους ἐν τοῖς ὅπλοις τοῖς Ἑλλη- νικοῖς. ἰδόντες δὲ οἱ Πέρσαι καὶ τοὺς λληνας ὑπο- νοήσαντες ἐπιέναι λύσαντες τὴν τάξιν ἔφευγον.