Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.
Polyaenus, Strategemata 18. ΤΙΣΑΦΕΡΝΗΣ.
Not analysed yet
Τισαφέρνης πρὸς Κλέαρχον ἐσπείσατο παρακα- θισάμενος τὰς παλλακίδας τὰς δὲ αὐτὰς ἔφη σπονδὰς ἐθέλειν ποιεῖσθαι καὶ πρὸς τοὺς λοιποὺς ἡγεμόνας. ἧκον οἱ λοιποὶ, Πρόξενος Βοιώτιος, Μένων Θετταλὸς, Ἆγις Ἀρκὰς, Σωκράτης Ἀχαιός· εἵποντο τούτοις λο- χαγοὶ εἴκοσι, στρατιῶται διακόσιοι. Τισαφέρνης τοὺς μὲν στρατηγοὺς δήσας ἔπεμψεν ὡς βασιλέα, τοὺς δὲ ἄλλους αὐτὸς ἀπέκτεινε πάντας. Τισαφέρνης ἐμβαλεῖν ἐς Μίλητον καὶ τοὺς φυγά- δας καταγαγεῖν ἐβουλεύετο. ἀπαράσκευος μὲν δὴ ὢν περιβόητον ἐποίει τὸ ἔργον ὡς τοῦτο δράσων αὐτίκα, ὥστε καὶ Μιλήσιοι τὰ ἐκ τῶν ἀγρῶν εἰς ἄστυ ἀνεκο- μίσαντο. παρεσκευασμένος δὲ τὸ στρατόπεδον διαλύειν προσεποιήσατο καὶ οὐ μακρὰν ἀπεπέμψατο. Μιλήσιοι τὰς γνώμας μεταβαλόμενοι διαλυθὲν τὸ στράτευμα ὁρῶντες ἐς τοὺς ἀγροὺς ἀνεχώρησαν, ὁ δὲ ὑπὸ συν- θήματι τὸ στράτευμα συλλέξας διὰ τάχους πάντας Μιλησίους ἔξω τῆς πόλεως διεσπαρμένους ἐχειρώσατο.