Ancient Greek · ~19 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 2. ΚΛEAPΧΟΣ..1
Not analysed yet
Κλέαρχος πολλὴν στρατιὰν ἄγων ἦλθεν ἐπὶ πο ταμὸν τῇ μὲν εὐδιάβατον ἄχρι κνήμης, τῇ δὲ βαθὺν ἄχρι μαστοῦ· πρῶτον μὲν ἐπειρᾶτο κατὰ τὸ εὐδιάβατον ἄγειν. τῶν πολεμίων ἀπωτέρω τοῦ ποταμοῦ σφενδο- νῶώντων καὶ τοξευόντων καὶ τοὺς διαβαίνοντας ἀνειρ- γόντων ὁ Κλέαρχος τοὺς ὁπλίτας ἥγαγε διὰ τοῦ βαθυ- τέρου, ἴνα τὸ μὲν πολὺ τοῦ σῶώματος ὑπὸ τοῦ ποταμοῦ κρύπτοιτο, τὰ δὲ ὑπερέχοντα τοῦ ὕδατος τῇ ἀσπίδι φυλάσσοιτο. οἱ μὲν ὁπλῖται ἀσφαλῶς διαβαίνοντες ἀνέκρουσαν τοὺς πολεμίους· ἡ δὲ λοιπὴ στρατιὰ καταά τὸ εὔπορον τοῦ ποταμοῦ διλθεν ἀκωλύτως. Κλέαρχος Κύρου πεσόντος ἀναχωρῶν μετὰ τῶν Ελλήνων ἐστρατοπέδευεν ἐν κώμῃ τροφὴν ἄφθονον ἐχούσῃ. Τισαφέρνης πρέσβεις πέμψας ήξίου μένειν αὐτόθι τοὺς λληνας παραδόντας αὐτῷ τὰ ὅπλα. Κλέ- αρχος ὑπεκρίνατο προσίεσθαι τοὺς λόγους, ὅπως Τι- σαφέρνης ἐλπίδι σπονδῶν ἐς τὰς κώμας διαπέμψειε τοὺς πολλοῖς τῶν Περσῶν. ὁ μὲν δὴ νομίσας εἶξαι τὸν Κλέαρχον διέλυσε τὴν δύναμιν. ὁ δὲ νύκτωρ τοὺς λληνας ἐξαγαγὼν τῇ πορείᾳ προέλαβεν ἡμέραν ὅλην καὶ νύκτα τοῦ Τισαφέρνου βραδέως τοὺς δια- λυθέντας συνάγοντος. Κλέαρχος Κύρῳ μὲν συνεβούλευεν αὐτῷ μὴ κιν- δυνεύειν, ἀλλʼ ἐφορᾶν τὴν μάχην· μαχόμενον γὰρ μηδὲν μέγα συμπράξειν τῷ σώματι, παθόντα δέ [τι] πάντας ἀπολεῖν τοὺς μετʼ αὐτοῦ. τὴν δὲ φάλαγγα τῶν Ελλήνων κατʼ ἀρχὰς μὲν βάδην ἡγε τῇ εὐταξίᾳ τοὺς βαρβάρους ἐκπλήττων· ὡς δὲ βέλους ἐντὸς ἥμελ- λεν εἶναι, δρόμῳ χρῆσθαι παρήγγειλεν, ὅπως μηδὲν ὑπὸ τῶν βελῶν βλάπτοιντο. καὶ δὴ τὸ λληνικὸν κατὰ τοῦτο τὸ μέρος τοὺς Πέρσας ἐνίκησεν. Κλέαρχος μετὰ τὸν Κύρου θάνατον τῶν Ἑλλήνων κατασχόντων χῶώραν πολλὴν καὶ ἀγαθὴν —ποταμὸς ἐκυκλοῦτο τὴν χώραν ἐλαχίστῳ διειργομένην ἰσθμῷ μὴ νῆσον εἶναι —κωλύων ἔνδον στρατοπεδεύειν, ὡς οὐκ ἔπειθε, πεπλασμένον αὐτόμολον καθῆκεν ἀπαγ- γέλλοντα βασιλεὺς τὸν ἰσθμὸν ἀπειλεῖ ἀποτειχίσαιʹ. τοῦτʼ ἀκούσαντες οἱ λληνες καὶ πεισθέντες Κλεάρχῳ στρατοπεδεύουσιν ἐκτὸς ἰσθμοῦ. Κλέαρχος λείαν ἄγων πολλὴν ἐπὶ λόφου κατα- ληφθεὶς, περιχαρακευόμενος ὑπὸ τῶν πολεμίων, δεομέ- νων τῶν γεμόνων διακινδυνείειν, πρὶν ἅπαντα περιχαρακωθῆναι τὸν λόφον, θαρρεῖν αὐτοὺς ἐκέλευσεν, ὡς πρὸς ὀλίγους ἐσομένης διὰ τὸ χαράκωμα τῆς μάχης. ἑσπέρας δὲ προσιούσης καταλιπῶν τὴν λείαν κατὰ τὸ διαλεῖπον τοῦ χάρακος διεξεπαίσατο τοὺς ἀπαντῶντας ἐν στενῷ κατακόπτων. Κλέαρχος λεηλατήσας Θρᾴκην μὴ φθάσας ἐπαν- ελθεῖν ἐς Βυζάντιον ἐστρατοπέδευσε πλησίον ὄρους Θρᾳκίου. τῶν δὲ Θρᾳκῶν ἀθροιζομένων εἰδὼς ὅτι οἰνωθέντες ἐκ τῶν ὀρῶν ὁρμῶώμενοι νύκτωρ ἐπιθή- σονται, προσέταξεν ἐν τοῖς ὅπλοις διατελεῖν καὶ τὰς ἐγέρσεις ποιεῖσθαι πυκνάς. αὐτὸς δὲ νυκτὸς οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾳκιον τρόπον. οἱ δὲ ὡς τῶν πολεμίων ἐπιφαινομένων ἦσαν ἕτοιμοι πρὸς μάχην. ἐν τούτῳ καὶ οἱ Θρᾷκες ἐπεφάνησαν ὡς καθεύδοντας αἱρήσοντες· οἱ δὲ ἐγρηγορίτες καὶ ὡπλισμένοι δεξά- μενοι τοὺς ἐπιδραμόντας πλείστους αὐτῶν ἀπέκτειναν. Κλέαρχος ἀποστάντων Βυζαντίων ζημιωθεὶς ὑπὸ τῶν ἐφόρων ἐς Ἀάμψακον κατέπλευσε ναῦς ἔχων τέσ- σαρας καὶ διέτριβεν ἐνταῦθα μεθύειν καὶ κωμάζειν προσποιούιενος. ἐπολιορκοῦντο ὑπὸ Θρᾳκῶν Βυζάν- τιοι· καὶ δὴ ἔπεμψαν τοὺς στρατηγοὺς δεησομένους τῆς Κλεάρχου βοηθείας. ὁ δὲ ὡς ἀδυνάτως ἔχων διὰ τὴν οἰνοφλυγίαν ἐντυχεῖν αὐτοῖς ἡμέρᾳ τρίτῃ προσή- κατο καὶ δεηθέντας οἰκτεῖραι φάσκων ὑπέσχετο συμ- μαχήσειν. πληρῶώσας δὲ δὴ ναῦς δύοπρὸς ταῖς τέτταρσι κατέπλευσεν ἐς Sυζάντιον καὶ συναγαγὼν ἐκκλησίαν συνεβούλευσε πάντας τοὺς ἱππέας καὶ τοὺς ὁπλίτας ἐπιβῆναι τῶν νεῶν ὡς ἐπιθησομένους ὄπισθεν τοῖς Θρᾳξὶ, τοὺς δὲ κυβερνήτας ἀναχθέντας ἐπʼ ἀγκυρῶν σαλεύειν, ἔστʼ ἂν ἴδωσιν αἰρόμενον ὑπʼ αὐτοῦ τὸ σημεῖον τῆς μάχης. οὕτω δὴ πάντων ἀναχθέντων ὁ Κλέαρχος διψῆν ἔφη πρὸς τοὺς στρατηγοὺς καὶ πλησίον ἰδῶν καπηλεῖον μετʼ αὐτῶν εἰσελθὼν φυλακὴν κατα- στήσας ἔνδον ἀπέκτεινεν ἀμφοτέρους· καὶ συγκλείσας τὸ καπηλεῖον καὶ προστάξας τῷ καπήλῳ σιωπᾶν, τῶν στρατηγῶν ἀνῃρημένων, τῶν ὁπλιτῶν ἀνηγμένων αὐτὸς τοὺς αὐτοῦ στρατιῶώτας διὰ τάχους εἰσαγαγών κατέσχε τό Βυζάντιον. Κλέαρχος ἐλεηλάτει τὴν Θρᾴκην καὶ πολλοὺς ἔκτεινε Θρᾳκῶν· οἱ δὲ πρέσβεις ἔπεμψαν δεησομένους διαλύσασθαι τὸν πόλεμον. ὁ δὲ τὴν εἰρήνην ἐπιζή- μιον ἡγούμενος ἐκέλευσεν ἐκ τῶν Θρᾳκῶν νεκρῶν σώ- ματα δύο ἢ τρία διατεμόντας τοὺς ὀψοποιοὺς ἀνα- κρεμάσαι· εἰ δὲ οἱ Θθρᾷκες ἰδόντες ἔροιντο τὴν αἰτίαν, προσέταξε λέγειν Κλεάρχῳ δεῖπνον παρασκευάζεταιʼ. ταῦτα οἱ πρέσβεις τῶν Θρακῶν ἰδόντες φρίξαντες ἀνε- χώρησαν μηδὲν περὶ τῶν διαλύσεων εἰπεῖν ἔτι τολ- μήσαντες. Κλέαρχος ὁπλίτας ἔχων ἐν πεδίῳ προσκειμένων πολεμίων ἱππέων καὶ ἱπποκρατούντων συνέταξε τὸ στρατόπεδον ὀκτ τὸ βάθος καὶ κατέστησεν ἀραιοτέ- ρους ἢ κατὰ σχῆμα πλινθίου καὶ παρήγγειλε τὸ ἐγχει- ρίδιον καθέντας ὑπὸ τὴν ἀσπίδα βαθύτατον ὀρύξαι βόθρον. οἱ μὲν ὥρυξαν, ὁ δὲ τοὺς ὁπλίτας ἐπανήγαγεν [ἐκ τῶν] ὀρυγμάτων ἐς τὸ πρόσω τοῦ πεδίου. τῶν δὲ πολεμίων ἱππέων ἐμπεσόντων, ἀναχωρεῖν ἐπὶ πόδα παρήγγειλεν ἕως τῶν ὀρυγμάτων· οἱ δὲ πολέμιοι μηδὲν προειδότες ἐπελαύνοντες τῇ ἵππῳ σφοδρῶς, ἐμπεσόντες τοῖς ὀρύγμασιν ἔπιπτον ἐπʼ ἀλλήλοις· οἱ Κλεάρχειοι δὲ ἀνήρουν τοὺς ἱππέας χαμαὶ κειμένους. Κλέαρχος ἦν ἐν Θρκῃ· νυκτερινοὶ φόβοι τὸ ατρά- τευμα κατελάμβανον. ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο νύκτωρ θόρυβος, μηδένα ὀρθὸν ἀνίστασθαι· ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναιρείσθω. τὸ παράγγελμα τοῦτο ἐδίδαξε τοὺς στρατιώτας καταφρονῆσαι τοῦ νυ- κτερινοῦ φόβου, καὶ οὕτως ἐπαύσαντο ἀναπηδῶντες καὶ ταραττόμενοι.