Ancient Greek · ~29 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΠΟΝ.
Polyaenus, Strategemata 3. EΠAMINΩΝΔΑΣ..1
Not analysed yet
Ἐπαμινώνδουτῆς γυναικὸς ἠράσθη οιβίδας,φρου- ρῶν τὴν Καδμείαν· ἡ δὲ τῷ ἀνδρὶ τὴν πεῖραν ἐμή- νυσεν. παμινῶώνδας προσέταξεν αὐτῇ τὸν Φοιβίδαν **ὑποκρίνασθαι καὶ νύκτα συνθέσθαι ὡς καὶ τοῖς φίλοις αὐτοῦ γυναῖκας ἄλλας ἄξουσαν. ταῦτα μὲν δὴ συνέθεντο· αἱ δὲ ἡκον καὶ συνέπιον τοῖς περὶ τὸν Φοιβίδαν ἄχρι μέθης. καὶ ῇτήσαντο πρὸς ὀλίγον ἐξελθεῖν ἐπί τινα θυσίαν νυκτερινὴν ὡς αὐτίκα ἀνα- στρέφουσαι. οἱ μὲν ἐπέτρεψαν τοῖς θυρωροῖς προσ- τάξαντες πάλιν αὐτὰς ἐσδέξασθαι αῖ δὲ ἀπῆλθον. πρὸς δὲ ταῖς πύλαις ἀγένειοι νεανίσκοι τὰς τῶν γυναι- κῶν ἐσθῆτας ἀλλαξάμενοι καὶ μίαν αὐτῶν παραλαβόντες ἡγεμόνα τῆς ὁδοῦ τῆς ἔνδον, ἢ καὶ βραχέα λαλήσειν τοῖς πυλωροῖς ἔμελλεν, οὕτως ἄρα ἐπελθόντες τόν τε ῶοιβίδαν αὐτὸν καὶ ὅσοι ἀμφʼ αὐτὸν πάντας ἔκτειναν. Ἐπαμινώνδας Θηβαίων ἡγεῖτο, Ἀακεδαιμονίων Κλεόμβροτος· Ἀεῦκτρα ἔνθα ἡ μάχη· τὸ μὲν ἔργον ἰσόρροπον ἦν. παμινῶώνδας παρὰ Θηβαίων ἦτήσατο ἓν βῆμα χαρίσασθέ μοι, καὶ τὴν νίκην ἕξομενʹ. ἐπεί- σθησαν, ἐνίκησαν. οἱ Ἀάκωνες εἶξαν, καὶ Κλεόμβροτος ὁ βασιλεὺς ἔπεσεν ἐν τῇ μάχῃ. Ἐπαμινῶώνδας ἔν Ἀεύκτροις προσῆγεν ἥδη τὴν φάλαγγα· Θθεσπιεῖς ἐθελοκακοῦντες εἴποντο. οὐκ ἠγνόησεν παμινῶώνδας, ἀλλὰ ὅπως μὴ ταράττοιτο ἡ τάξις ἐν τῷ καιρῷ τῆς μάχης, ἐκήρυξε Βοιωτῶν ἀπιέναι τοῖς βουλομένοις ἐξέστωʼ. Θθεσπιεῖς μὲν αὐτοῖς ὅπλοις ἀπηλλάσσοντο· παμινῶώνδας δὲ τοῖς μείνασιν ὁπλίταις συντεταμένοις καὶ προθύμοις χρησάμενος εὐκλεῶς ἐνί- κησεν. Ἐπαμινῶώνδας ὑπερέβαλλεν ἐς Πελοπόννησον. οί πο λέμιοι κατὰ τὸ Ονειον (ἐμβαλόντες) ἐστρατοπεδεύοντο. βροντὴ γίγνεται, καὶ φόβος αἱρεῖ τοὺς στρατιῶώτας. ὁ μὲν μάντις ἐπισχεῖν ἐκέλευεν. παμινῶώνδας δὲ μη- δαμῶςʹ, ἔφη· τοὺς πολεμίους γὰρ ἐν τοιούτῳ χωρίῳ στρατοπεδεύσαντας ἐμβεβροντῆσθαι. ὁ λόγος τοῦ στρα- τηγοῦ θάρσος ἐνέδωκε τοῖς στρατιῶώταις, καὶ προθύ- μως ἠκολούθησαν. Ἐπαμινώνδας ἐνέβαλεν ἐς τὴν Ἀακωνικὴν καὶ οἷός τε ἦν διαρπάσαι τὴν Ἀακεδαιμονίων πόλιν· ἀλλὰ μεταγνοὺς οίχ ἁψάμενος τῆς πόλεως ἀνέζευξεν. οἱ συνάρχοντες ἠπείλουν αὐτῷ δίκην· ὁ δὲ δείξας αὐτοῖς τοὺς συμμάχους Ἀρκάδας, εσηνίους, Ἀργείους, καὶ ὅσοι ἄλλοι Πελοποννήσιοι εἰ Ἀακεδαιμονίους ἀνάστα- τους ἐπεποιήκειμενʹ, ἔφη, νῦν ἐχρῆν πᾶσιν ἂν τούτοις μάχεσθαι· ὡς καὶ νῦν συμμαχοῦσιν ἡμῖν Λακεδαιμο- νίους καθαιροῦντες, οὐχὶ Θηβαίους αὔξοντες. Ἐπαμινώνδας τοὺς eηβαίους ἔπεισε τοῖς ἐπιδη- μοῦσι Λακεδαιμονίων ἐν τοῖς γυμνασίοις παλαίειν· οἱ δὲ εὐκόλως καταβάλλοντες αὐτοὺς ἐδιδάχθησαν καταφρονεῖν αὐτῶν καὶ ὡς ἀνδρειότεροι τὸν πρὸς αὐτοὺς πόλεμον θαρροῦντες ἐξήνεγκαν. Ἐπαμινῶώνδας ἀεὶ τὴν δύναμιν ἄμα ἡλίῳ προῆγε δόξαν ἐμποιῶν, ὡς ἐκ τοῦ προφανοῦς διαμάχοιτο· ἐν δὲ Πελοποννήσῳ νυκτὸς ἐπαναστὰς προσέπεσεν ἀπροσ- δοκήτως Ἀακεδαιμονίοις ἔτι καθεύδουσιν. Ἐπαμινῶώνδας ἡγεῖτο Θηβαίων, Κλεόμβροτος Λακε δαιμονίων καὶ τῶν συμμάχων, τετρακισμυρίων. ἐδε- δοίκεσαν οἱ Θηβαῖοι τὸ πλῆθος τῶν πολεμίων. πα- μινῶώνδας θαρρεῖν αὐτοὺς ἔπεισε δυσὶ τεχνάσμασι. παρεσκεύασεν ἄνδρα ἀγνῶτα προελθοῦσιν αὐτοῖς τῆς πόλεως ἐστεφανωμένον καὶ ταινίας ἔχοντα πρῶτον ἀπαντῆσαι ἀγγέλλοντα· ὁ Τροφώνιός μοι προσέταξεν ἀπαγγεῖλαι Θηβαίοις, ὅτι νίκην δίδωσι τοῖς ἄρχουσι τῆς μάχης. τῶν δὲ Θηβαίων θαρσησάντων καὶ τὴν τοῦ θεοῦ πρόσθεσιν προσκυνησάντων παμινῶώνδας ἐκέλευσε καὶ ἐς τὸ ρακλεῖον ἐλθόντας προσεύξασθαι. ἦν δὲ ἄρα καὶ πρὸς τὸν ἱερέα τοῦ ρακλέους πάλαι προσυγκείμενον, τὸν μὲν νεῶών νύκτωρ ἀνοῖξαι, τὰ δὶ ἀνακείμενα ὅπλα καθελεῖν καὶ ἀποσμήξαντα παραθεῖναι τῷ θεῷ· καὶ αὐτόν τε καὶ τοὺς μετʼ αὐτοῦ ζακόρους ἐκποδῶών οἴχεσθαι μηδενὶ μηδὲν ἀπαγγείλαντας. ἐπεὶ δὲ οἱ στρατιῶται σὺν ἡγεμόσιν ἐς τὸ ἱερὸν ἐλθόντες εἶδον τὰς θύρας ἀνεῳγμένας οὐδενὸς τῶν ζακόρων παρόντος, εἶδον δὲ καὶ τὰ ὅπλα τὰ παλαιὰ νεόσμηκτα καὶ λάμποντα ἔμπροσθεν τοῦ θεοῦ, ἠλάλαξαν καὶ δαιμονίου θάρσους ἐνεπλήσθησαν ὥσπερ τὸν Ηρακλέα στρατηγὸν τῆς μάχης ἔχοντες. οὕτω δὴ συνέβη αὐτοῖς θαρσήσασι κρατῆσαι τῶν τετρακισμυρίων. Ἐπαμινώνδας βουλόμενος ἐμβαλεῖν ἐς Ἀακεδαί μονα, ἐπειδὴ τὸ Ὅνειον κατεῖχε φυλακὴ Λακωνικὴ, ἐνδειξάμενος ὡς μέλλων νυκτὸς παριέναι τὸ στράτευμα κατεκοίμισεν ὑπʼ αὐτῷ τῷ νείῳ. οἱ δὲ τὴν πάροδον φρουροῦντες ἐν τοῖς ὅπλοις τὴν νύκτα ὅλην ἐταλαι- πώρησαν ἐγρηγορότες. ἐπεὶ δὲ ὑπέλαμψεν ἕως, ἄνα- στήσας τὸ στρατόπεδον παμινῶώνδας ἐπέθετο τοῖς φύλαξιν ἐς ὕπνον τετραμμένοις καὶ χειρωσάμενος αὐτοὺς ῥᾳδίως παρῆλθεν. Ἐπαμινῶώνδας ἐπεχείρησε νυκτὸς καταλαβέσθαι [τὴν] Ἀακεδαιμονίων πόλιν ἐρήμην οὖσαν πολιτῶν. Ἀγησίλαος τὴν ἐπίθεσιν παρὰ αὐτομόλων μαθών, συντόνως δραμὼν μετὰ τῆς αὐτοῦ δυνάμεως, φθάσας εἴσω τῆς πόλεως παρελθεῖν ἀνέμενε τοὺς ηβαίουςʼ οἱ δὲ προσπεσόντες ἐξῶώσθησαν μετὰ βίας ὑπὸ τῶν Λακεδαιμονίων. ὡς δὲ ἐν ἰσχυρῷ κινδύνῳ ταραχωδῶς ἐμπεσόντες καὶ διὰ νυκτὸς φεύγειν βιασθέντες ἀπέ- βαλον πολλοὶ τὰς ἀσπίδας, παμινῶώνδας ἰδάών τὸ γεγονὸς οὐ βουλόμενος ἐλεγχθῆναι τοὺς ῥιψάσπιδας ἐκήρυξε μηδεὶς τῶν ὁπλιτῶν αὐτὸς φερέτω τὴν ἀσπίδα, ἀλλὰ διδότω τοῖς ὑπασπισταῖς ἢ τοῖc ἄλλοις ἀκόλου- θοις· αὐτοὶ δὲ μόνα τὰ δόρατα καὶ τὰ ἐγχειρίδια ἔχον- τες τῷ ἡγεμόνι ἕπεσθεʼ οὕτως ἄρα τὸ πλῆθος ἔλαθον οἱ τὰ ὅπλα ἀποβαλόντες καὶ προθυμότερον ὑπήκουον τῷ Ἐπαμινώνδᾳ πρὸς τοὺς μέλλοντας κινδύνους ἀντὶ τῆς εὐεργεσίας ταύτης. Ἐπαμινώνδας Λακεδαιμονίοις παρετάσσετο· τῆς δὲ μάχης καρτερᾶς γενομένης, πολλῶν ἀμφοτέρωθεν πεσόντων, νυκτὸς ἀφελομένης τὸ τέλος τῆς νίκης ἀνε- χώρησαν ἐπὶ τὸ στρατόπεδον ἕκαστοι. Λακεδαιμόνιοι μὲν δὴ κατὰ λόχους καὶ μόρας [καὶ] ἐνωμοτίας καὶ συσσίτια στρατοπεδεύοντες ἔμαθον τὸ πλῆθος τῶν ἀπολωλότων καὶ οὕτως ἀθυμήσαντες ἐς ὕπνον ἐτρά- ποντο. Θηβαίοις δὲ παρήγγειλεν Ἐπαμινώνδας κατα- στρατοπεδεύειν, ὡς ἔτυχον ἕκαστοι, καὶ μὴ ζητεῖν τοὺς λόχους μηδὲ τὰς τάξεις, ἀλλὰ ὡς τάχιστα δειπνοῦντας ἀναπαύεσθαι, ἄνδρα ἀνδρὶ ἐκ τῶν παρόντων ἐπιτη- δείων ἐπαρκέσαντα. συνέβη τοίνυν δειπνήσαντας αὐτοὺς διὰ τάχους ἀναπαύσασθαι· καὶ τὸ μέγιστον ἀγαθὸν, ἀγνοῆσαι τοὺς ἀπολωλότας οὐκ ἐν τοῖς οἰκείοις συσ- σιτίοις, ἀλλὰ σποράδην δεδειπνηκότας. εἰκότως ἄρα τῆς ὑστεραίας Θηβαῖοι μὲν παραταξάμενοι γενναιότεροι ἐκράτησαν, Λακεδαιμόνιοι δὲ διὰ τὸν θάνατον τῶν οἰκείων ἐῴκεσαν προηττημένοις. Ἐπαμινώνδας Θηβαίων [ἑξακισχιλίους] γεν ἐπὶ τετρακισμυρίους Σπαρτιατῶν καὶ τῶν συμμάχων. τῶν δὲ πολιτῶν, οἷον εἰκὸc, δεδιότων τὸ πλῆθος τῶν πο- λεμίων, τὴν δυσθυμίαν αὐτῶν ἰάσατο. ἦν ἐν Θήβαις τὸ βρέτας τῆς Ἀθηνᾶς τὸ μὲν δόρυ τῇ χειρὶ διεῶὶηφὸς τῇ δεξιᾷ, τὴν δὲ ἀσπίδα κειμένην ἔχον πρὸ τῶν γονά- τῶν. ὁ δὲ νύκτωρ τεχνίτην ἐπαγαγών μετεσχημάτισε τὸ ἄγαλμα καὶ τὴν θεὸν ἐποίησε διὰ πόρπακος ἔχουσαν τὴν ἀσπίδα. ἐπεὶ δὲ καιρὸς ἦν ἐξύδου, τοὺς νεάῶς ἅπαντας ἀνέῳξεν ὡς θύσων ὑπὲρ τῆς στρατείας. οἱ δὲ στρατιῶται τὸ σχῆμα τῆς θεοῦ μεταβεβλημένον ἰδόντες κατεπλάγησαν ὡς τῆς Ἀθηνᾶς αὐτῆς ὁπλιζο- μένης κατὰ τῶν πολεμίων, καὶ πολὺς ἦν παμινώνδας ἐγκελευόμενος θαρρεῖν ὡς τῆς θεοῦ τὴν ἀσπίδα κατὰ τῶν πολεμίων προβεβλημένης. οὕτως ἀνεθάρρησαν οἱ Θθηβαῖοι καὶ συμβαλόντες ήγωνίσαντο λαμπρῶς καὶ τοὺς πολλῷ πλείονας πολεμίους ἐνίκησαν. Ἐπαμινῶώνδας πρὸς τῇ γεφύρᾳ τοῦ Σπερχειοῦ, Θθεσσαλῶν ἀντικαθημένων, ὁρῶν ἀπὸ τοῦ ποταμοῦ περὶ τὴν ἕω πολλὴν καὶ βαθεῖαν ὁμίχλην αἰρομένην, παρήγγειλεν ἑκάστῳ λόχῳ, δύο κομίσαι φορτία ξύλων, τὸ μὲν χλωρῶν, τὸ δὲ αὔων· καὶ περὶ μέσην νύκτα τὰ μὲν αὐα κάτωθεν, τὰ δὲ χλωρὰ ἄνωθεν |θέντας ὑφάψαι]. ὁμοῦ νὺξ καὶ ὁμίχλη καὶ καπνός· ὁ μὲν ἀὴρ τοῖς πολεμίοις ἀόρατος ἦν· ὁ δὲ παμινῶώνδας ἐπὶ τὴν γέφυραν διεβίβασε τοὺς στρατιώτας. οἱ δὲ οὖ κατὰ μέσον τὸ πεδίον ὄντες, ὁπότε ὁ καπνὸς μετὰ τῆς ὁμίχλης διεσκεδάσθη, οἱ Θεσσαλοὶ τῆς διαβάσεως τῶν πολεμίων ἥσθοντο. Ἐπαμινώνδας περὶ Τεγέαν διακινδυνεύων πρὸς Λακεδαιμονίους βουλόμενος ὑπερδεξίους καταλαβέσθαι τόπους, ἴνα λάθῃ τοὺς πολεμίους, προσέταξε τῷ ἱππάρχῳ μετὰ ἱππέων χιλίων ἑξακοσίων προῖππεῦσαι τῆς φά- λαγγος καὶ πυκνὰς ποιεῖσθαι τὰς ἀναστροφὰς τῇδε κἀκεῖσε. ὡς δὲ πλεῖστον ἐπανέστησε κονιορτὸν ἐπι- σκοτῶν ταῖς τῶν πολεμίων ὄψεσιν, ὁ μὲν ἔλαθε κατα- σχών τὰ ὑπερδέξια· οἱ δὲ Σπαρτιᾶται, λήξαντος τοῦ κονιορτοῦ, τὸ γεγονὸς ἰδόντες ἐνόησαν τὴν αἰτίαν τῆς προϊππασίας. Ἐπαμινώνδας προτρέπων Θηβαίους πρὸς αὐτοὺς ρμῆσαι Ἀακεδαιμονίους μέγιστον ἔχιν συλλαβὼν ἔδειξεν αὐτοῖς καὶ πάντων ἐναντίον τὴν κεφαλὴν του θηρίου συντρίψας ὁρᾶτεʹ, ἔφη, ὅτι τὸ λοιπὸν σῶμα ἄχρηστον τῆς κεφαλῆς οἰχομένης· οὕτω δὴ (αί τῶν πολεμίων κεφαλαί), ἤν γε τὸ Ἀακωνικὸν τοῦτο συν- τρίψωμεν, τὸ λοιπὸν σῶμα τῶν συμμάχων ἄχρηστον. τούτῳ τῷ παραδείγματι Θθηβαῖοι πεισθέντες ὁρμήσαντες προθύμως ἐπὶ τὴν φάλαγγα τὴν Λακωνικὴν ἐτρέψαντο, καὶ τὸ πλῆθος τῶν συμμάχων ἔφυγεν.