Ancient Greek · ~2 min
2. ΠAXΗΣ. to 3. ΤΟΛMIΔΗΣ.
Polyaenus, Strategemata 2. ΠAXΗΣ.-3. ΤΟΛMIΔΗΣ.
Not analysed yet
Πάχης Νότιον πολιορκῶν Ιππίαν στρατηγὸν Πισ- σούθνου κοινολογησόμενον προελθεῖν ἔξω τείχους ήξίωσεν συνθέμενος ἀβλαβῆ καὶ ζῶντα ἀποπέμψειν- ἐπεὶ δὲ προῆλθε, φυλακὴν αὐτῷ περισr ήσας τὸ Νό- τιον κατὰ κράτος ἐξεῖλεν. καὶ τότε Ἱππίον ἐς τήν πόλιν ζῶντα ἐσήγαγεν, ὡς ἐσπείσατο, καὶ μετὰ τοῦτο κατηκόντισεν. Τολμίδης, Αθηναίων ψηφισαμένων αὐτῷ δοθῆ- ναι κατάλογον ἀνδρῶν χιλίων, ἑκάστῳ προσιὼν τῶν νέων ἔφασκεν, ὡς μέλλοι καταλέγειν αὐτὸν, εἴη δὲ ἄμεινον ἑκόντα στρατεύεσθαι. τρισχίλιοι μὲν ἀπε- γράψαντο ἑκόντες, οἱ λοιποὶ δὲ οὐκ ἐπείθοντο. Τολ- μίδης ἐκ τῶν μὴ πειθομένων κατέλεξε τοὺς χιλίους καὶ πεντήκοντα τριήρεις ἐπλήρωσεν ἀντὶ χιλίων τετρα- κισχιλίοις ἀνδράσιν.