Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.
Polyaenus, Strategemata 21. ΑΘΗΝΟΔΩΡΟΣ.
Not analysed yet
Ἀθηνόδωρος βασιλεῖ στρατηγῶν, ἡττηθεὶς ὑπὸ Φωκίωνος περὶ Ἀταρνέα ὥρκισε τοὺς στρατιώτας καὶ τοὺς ἡγεμόνας αὐτῶν, ἡ μὴν μαχέσασθαι, μέχρις ἄν ζῶσι· καὶ δὴ συνέβαλον πάλιν ὡς διὰ τόν ὅρκον. καὶ ἦν ἰδεῖν τοὺς μὲν νικήσαντας ἡττημένους, τοὺς δὲ ἡττημένους νικήσαντας.